Zaloguj

Syr 51 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Syr 51,1 ἐξομολογήσομαί σοι κύριε βασιλεῦ καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου ἐξομολογοῦμαι τῷ ὀνόματί σου — — —
Syr 51,2 ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με — — —
Syr 51,3 κατὰ τὸ πλῆθος ἐλέους καὶ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου ἐκ πλειόνων θλίψεων ὧν ἔσχον — — —
Syr 51,4 ἀπὸ πνιγμοῦ πυρᾶς κυκλόθεν καὶ ἐκ μέσου πυρός οὗ οὐκ ἐξέκαυσα — — —
Syr 51,5 ἐκ βάθους κοιλίας ᾅδου καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ λόγου ψευδοῦς — — —
Syr 51,6 βασιλεῖ διαβολὴ γλώσσης ἀδίκου ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κάτω — — —
Syr 51,7 περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν ἐνέβλεπον εἰς ἀντίλημψιν ἀνθρώπων καὶ οὐκ ἦν — — —
Syr 51,8 καὶ ἐμνήσθην τοῦ ἐλέους σου κύριε καὶ τῆς ἐργασίας σου τῆς ἀπ᾿ αἰῶνος ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε καὶ σῴζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν — — —
Syr 51,9 καὶ ἀνύψωσα ἀπὸ γῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην — — —
Syr 51,10 ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου μή με ἐγκαταλιπεῖν ἐν ἡμέραις θλίψεως ἐν καιρῷ ὑπερηφανιῶν ἀβοηθησίας αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς καὶ ὑμνήσω ἐν ἐξομολογήσει — — —
Syr 51,11 καὶ εἰσηκούσθη ἡ δέησίς μου ἔσωσας γάρ με ἐξ ἀπωλείας καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ — — —
Syr 51,12 διὰ τοῦτο ἐξομολογήσομαί σοι καὶ αἰνέσω σε καὶ εὐλογήσω τῷ ὀνόματι κυρίου — — —
Syr 51,13 ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου — — —
Syr 51,14 ἔναντι ναοῦ ἠξίουν περὶ αὐτῆς καὶ ἕως ἐσχάτων ἐκζητήσω αὐτήν — — —
Syr 51,15 ἐξ ἄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη ἡ καρδία μου ἐν αὐτῇ ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι ἐκ νεότητός μου ἴχνευον αὐτήν — — —
Syr 51,16 ἔκλινα ὀλίγον τὸ οὖς μου καὶ ἐδεξάμην καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν — — —
Syr 51,17 προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ τῷ διδόντι μοι σοφίαν δώσω δόξαν — — —
Syr 51,18 διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτὴν καὶ ἐζήλωσα τὸ ἀγαθὸν καὶ οὐ μὴ αἰσχυνθῶ — — —
Syr 51,19 διαμεμάχισται ἡ ψυχή μου ἐν αὐτῇ καὶ ἐν ποιήσει νόμου διηκριβασάμην τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπένθησα — — —
Syr 51,20 τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτὴν καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν καρδίαν ἐκτησάμην μετ᾿ αὐτῆς ἀπ᾿ ἀρχῆς διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ — — —
Syr 51,21 καὶ ἡ κοιλία μου ἐταράχθη τοῦ ἐκζητῆσαι αὐτήν διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα — — —
Syr 51,22 ἔδωκεν κύριος γλῶσσάν μοι μισθόν μου καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν — — —
Syr 51,23 ἐγγίσατε πρός με ἀπαίδευτοι καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας — — —
Syr 51,24 τί ὅτι ὑστερεῖσθαι λέγετε ἐν τούτοις καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα — — —
Syr 51,25 ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου — — —
Syr 51,26 τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν καὶ ἐπιδεξάσθω ἡ ψυχὴ ὑμῶν παιδείαν ἐγγύς ἐστιν εὑρεῖν αὐτήν — — —
Syr 51,27 ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν — — —
Syr 51,28 μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ — — —
Syr 51,29 εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐν τῷ ἐλέει αὐτοῦ καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ — — —
Syr 51,30 ἐργάζεσθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)