Zaloguj

Syr 5,1-15 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Syr 5,1 μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν — — —
Syr 5,2 μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου πορεύεσθαι ἐν ἐπιθυμίαις καρδίας σου — — —
Syr 5,3 καὶ μὴ εἴπῃς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει — — —
Syr 5,4 μὴ εἴπῃς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος — — —
Syr 5,5 περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου προσθεῖναι ἁμαρτίαν ἐφ᾿ ἁμαρτίαις — — —
Syr 5,6 καὶ μὴ εἴπῃς ὁ οἰκτιρμὸς αὐτοῦ πολύς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ᾿ αὐτῷ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ — — —
Syr 5,7 μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ — — —
Syr 5,8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδίκοις οὐδὲν γὰρ ὠφελήσει σε ἐν ἡμέρᾳ ἐπαγωγῆς — — —
Syr 5,9 μὴ λίκμα ἐν παντὶ ἀνέμῳ καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος — — —
Syr 5,10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου καὶ εἷς ἔστω σου ὁ λόγος — — —
Syr 5,11 γίνου ταχὺς ἐν ἀκροάσει σου καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν — — —
Syr 5,12 εἰ ἔστιν σοι σύνεσις ἀποκρίθητι τῷ πλησίον εἰ δὲ μή ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου — — —
Syr 5,13 δόξα καὶ ἀτιμία ἐν λαλιᾷ καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ — — —
Syr 5,14 μὴ κληθῇς ψίθυρος καὶ τῇ γλώσσῃ σου μὴ ἐνέδρευε ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου — — —
Syr 5,15 ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)