Zaloguj

Syr 47 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Syr 47,1 καὶ μετὰ τοῦτον ἀνέστη Ναθαν προφητεύειν ἐν ἡμέραις Δαυιδ — — —
Syr 47,2 ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου οὕτως Δαυιδ ἀπὸ τῶν υἱῶν Ισραηλ — — —
Syr 47,3 ἐν λέουσιν ἔπαιξεν ὡς ἐν ἐρίφοις καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων — — —
Syr 47,4 ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιαθ — — —
Syr 47,5 ἐπεκαλέσατο γὰρ κύριον τὸν ὕψιστον καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ — — —
Syr 47,6 οὕτως ἐν μυριάσιν ἐδόξασαν αὐτὸν καὶ ᾔνεσαν αὐτὸν ἐν εὐλογίαις κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης — — —
Syr 47,7 ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν καὶ ἐξουδένωσεν Φυλιστιιμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας — — —
Syr 47,8 ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ ὑψίστῳ ῥήματι δόξης ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν — — —
Syr 47,9 καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη — — —
Syr 47,10 ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα — — —
Syr 47,11 κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ισραηλ — — —
Syr 47,12 μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων καὶ δι᾿ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ — — —
Syr 47,13 Σαλωμων ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν ἵνα στήσῃ οἶκον ἐπ᾿ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα — — —
Syr 47,14 ὡς ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως — — —
Syr 47,15 γῆν ἐπεκάλυψεν ἡ ψυχή σου καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων — — —
Syr 47,16 εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου — — —
Syr 47,17 ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνείαις ἀπεθαύμασάν σε χῶραι — — —
Syr 47,18 ἐν ὀνόματι κυρίου τοῦ θεοῦ τοῦ ἐπικεκλημένου θεοῦ Ισραηλ συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον — — —
Syr 47,19 παρανέκλινας τὰς λαγόνας σου γυναιξὶν καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου — — —
Syr 47,20 ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου καὶ κατανυγῆναι ἐπὶ τῇ ἀφροσύνῃ σου — — —
Syr 47,21 γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Εφραιμ ἄρξαι βασιλείαν ἀπειθῆ — — —
Syr 47,22 ὁ δὲ κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ καὶ οὐ μὴ διαφθείρῃ ἀπὸ τῶν λόγων αὐτοῦ οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ καὶ τῷ Ιακωβ ἔδωκεν κατάλειμμα καὶ τῷ Δαυιδ ἐξ αὐτοῦ ῥίζαν — — —
Syr 47,23 καὶ ἀνεπαύσατο Σαλωμων μετὰ τῶν πατέρων αὐτοῦ καὶ κατέλιπεν μετ᾿ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ροβοαμ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ — — —
Syr 47,24 καὶ Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἔδωκεν τῷ Εφραιμ ὁδὸν ἁμαρτίας καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν — — —
Syr 47,25 καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾿ αὐτούς — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)