Zaloguj

Syr 44 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Syr 44,1 αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῇ γενέσει — — —
Syr 44,2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος τὴν μεγαλωσύνην αὐτοῦ ἀπ᾿ αἰῶνος — — —
Syr 44,3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει βουλεύοντες ἐν συνέσει αὐτῶν ἀπηγγελκότες ἐν προφητείαις — — —
Syr 44,4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ συνέσει γραμματείας λαοῦ σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν — — —
Syr 44,5 ἐκζητοῦντες μέλη μουσικῶν καὶ διηγούμενοι ἔπη ἐν γραφῇ — — —
Syr 44,6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἰσχύι εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν — — —
Syr 44,7 πάντες οὗτοι ἐν γενεαῖς ἐδοξάσθησαν καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα — — —
Syr 44,8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα τοῦ ἐκδιηγήσασθαι ἐπαίνους — — —
Syr 44,9 καὶ εἰσὶν ὧν οὐκ ἔστιν μνημόσυνον καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρξαντες καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ᾿ αὐτούς — — —
Syr 44,10 ἀλλ᾿ ἢ οὗτοι ἄνδρες ἐλέους ὧν αἱ δικαιοσύναι οὐκ ἐπελήσθησαν — — —
Syr 44,11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμενεῖ ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν — — —
Syr 44,12 ἐν ταῖς διαθήκαις ἔστη τὸ σπέρμα αὐτῶν καὶ τὰ τέκνα αὐτῶν δι᾿ αὐτούς — — —
Syr 44,13 ἕως αἰῶνος μενεῖ σπέρμα αὐτῶν καὶ ἡ δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται — — —
Syr 44,14 τὰ σώματα αὐτῶν ἐν εἰρήνῃ ἐτάφη καὶ τὸ ὄνομα αὐτῶν ζῇ εἰς γενεάς — — —
Syr 44,15 σοφίαν αὐτῶν διηγήσονται λαοί καὶ τὸν ἔπαινον ἐξαγγέλλει ἐκκλησία — — —
Syr 44,16 Ενωχ εὐηρέστησεν κυρίῳ καὶ μετετέθη ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς — — —
Syr 44,17 Νωε εὑρέθη τέλειος δίκαιος ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα διὰ τοῦτον ἐγενήθη κατάλειμμα τῇ γῇ ὅτε ἐγένετο κατακλυσμός — — —
Syr 44,18 διαθῆκαι αἰῶνος ἐτέθησαν πρὸς αὐτόν ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ — — —
Syr 44,19 Αβρααμ μέγας πατὴρ πλήθους ἐθνῶν καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ δόξῃ — — —
Syr 44,20 ὃς συνετήρησεν νόμον ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ᾿ αὐτοῦ ἐν σαρκὶ αὐτοῦ ἔστησεν διαθήκην καὶ ἐν πειρασμῷ εὑρέθη πιστός — — —
Syr 44,21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογηθῆναι ἔθνη ἐν σπέρματι αὐτοῦ πληθῦναι αὐτὸν ὡς χοῦν τῆς γῆς καὶ ὡς ἄστρα ἀνυψῶσαι τὸ σπέρμα αὐτοῦ καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς — — —
Syr 44,22 καὶ ἐν τῷ Ισαακ ἔστησεν οὕτως δι᾿ Αβρααμ τὸν πατέρα αὐτοῦ — — —
Syr 44,23 εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην κατέπαυσεν ἐπὶ κεφαλὴν Ιακωβ ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ καὶ ἔδωκεν αὐτῷ ἐν κληρονομίᾳ καὶ διέστειλεν μερίδας αὐτοῦ ἐν φυλαῖς ἐμέρισεν δέκα δύο — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)