Zaloguj

Syr 4 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Syr 4,1 τέκνον τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς — — —
Syr 4,2 ψυχὴν πεινῶσαν μὴ λυπήσῃς καὶ μὴ παροργίσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ — — —
Syr 4,3 καρδίαν παρωργισμένην μὴ προσταράξῃς καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου — — —
Syr 4,4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ — — —
Syr 4,5 ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμὸν καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε — — —
Syr 4,6 καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ τῆς δεήσεως αὐτοῦ ἐπακούσεται ὁ ποιήσας αὐτόν — — —
Syr 4,7 προσφιλῆ συναγωγῇ σεαυτὸν ποίει καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου — — —
Syr 4,8 κλῖνον πτωχῷ τὸ οὖς σου καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι — — —
Syr 4,9 ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε — — —
Syr 4,10 γίνου ὀρφανοῖς ὡς πατὴρ καὶ ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν καὶ ἔσῃ ὡς υἱὸς ὑψίστου καὶ ἀγαπήσει σε μᾶλλον ἢ μήτηρ σου — — —
Syr 4,11 ἡ σοφία υἱοὺς αὐτῆς ἀνύψωσεν καὶ ἐπιλαμβάνεται τῶν ζητοῦντων αὐτήν — — —
Syr 4,12 ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης — — —
Syr 4,13 ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν καὶ οὗ εἰσπορεύεται εὐλογεῖ κύριος — — —
Syr 4,14 οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος — — —
Syr 4,15 ὁ ὑπακούων αὐτῆς κρινεῖ ἔθνη καὶ ὁ προσέχων αὐτῇ κατασκηνώσει πεποιθώς — — —
Syr 4,16 ἐὰν ἐμπιστεύσῃ κατακληρονομήσει αὐτήν καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ — — —
Syr 4,17 ὅτι διεστραμμένως πορεύσεται μετ᾿ αὐτοῦ ἐν πρώτοις φόβον καὶ δειλίαν ἐπάξει ἐπ᾿ αὐτὸν καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς ἕως οὗ ἐμπιστεύσῃ τῇ ψυχῇ αὐτοῦ καὶ πειράσει αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς — — —
Syr 4,18 καὶ πάλιν ἐπανήξει κατ᾿ εὐθεῖαν πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτὸν καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς — — —
Syr 4,19 ἐὰν ἀποπλανηθῇ ἐγκαταλείψει αὐτὸν καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ — — —
Syr 4,20 συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ καὶ περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς — — —
Syr 4,21 ἔστιν γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις — — —
Syr 4,22 μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου — — —
Syr 4,23 μὴ κωλύσῃς λόγον ἐν καιρῷ χρείας — — —
Syr 4,24 ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία καὶ παιδεία ἐν ῥήματι γλώσσης — — —
Syr 4,25 μὴ ἀντίλεγε τῇ ἀληθείᾳ καὶ περὶ τῆς ἀπαιδευσίας σου ἐντράπηθι — — —
Syr 4,26 μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ᾿ ἁμαρτίαις σου καὶ μὴ βιάζου ῥοῦν ποταμοῦ — — —
Syr 4,27 καὶ μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτὸν καὶ μὴ λάβῃς πρόσωπον δυνάστου — — —
Syr 4,28 ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σοῦ — — —
Syr 4,29 μὴ γίνου θρασὺς ἐν γλώσσῃ σου καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου — — —
Syr 4,30 μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου — — —
Syr 4,31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)