| LXX grc | SBLGNT grc | WLC hbo | BG1632 pl |
| Syr 38,1 |
τίμα ἰατρὸν πρὸς τὰς χρείας αὐτοῦ τιμαῖς αὐτοῦ καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος
|
—
|
—
|
—
|
| Syr 38,2 |
παρὰ γὰρ ὑψίστου ἐστὶν ἴασις καὶ παρὰ βασιλέως λήμψεται δόμα
|
—
|
—
|
—
|
| Syr 38,3 |
ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται
|
—
|
—
|
—
|
| Syr 38,4 |
κύριος ἔκτισεν ἐκ γῆς φάρμακα καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς
|
—
|
—
|
—
|
| Syr 38,5 |
οὐκ ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ
|
—
|
—
|
—
|
| Syr 38,6 |
καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ
|
—
|
—
|
—
|
| Syr 38,7 |
ἐν αὐτοῖς ἐθεράπευσεν καὶ ἦρεν τὸν πόνον αὐτοῦ μυρεψὸς ἐν τούτοις ποιήσει μεῖγμα
|
—
|
—
|
—
|
| Syr 38,8 |
καὶ οὐ μὴ συντελεσθῇ ἔργα αὐτοῦ καὶ εἰρήνη παρ᾿ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς
|
—
|
—
|
—
|
| Syr 38,9 |
τέκνον ἐν ἀρρωστήματί σου μὴ παράβλεπε ἀλλ᾿ εὖξαι κυρίῳ καὶ αὐτὸς ἰάσεταί σε
|
—
|
—
|
—
|
| Syr 38,10 |
ἀπόστησον πλημμέλειαν καὶ εὔθυνον χεῖρας καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν
|
—
|
—
|
—
|
| Syr 38,11 |
δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως καὶ λίπανον προσφορὰν ὡς μὴ ὑπάρχων
|
—
|
—
|
—
|
| Syr 38,12 |
καὶ ἰατρῷ δὸς τόπον καὶ γὰρ αὐτὸν ἔκτισεν κύριος καὶ μὴ ἀποστήτω σου καὶ γὰρ αὐτοῦ χρεία
|
—
|
—
|
—
|
| Syr 38,13 |
ἔστιν καιρὸς ὅτε καὶ ἐν χερσὶν αὐτῶν εὐοδία
|
—
|
—
|
—
|
| Syr 38,14 |
καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν καὶ ἴασιν χάριν ἐμβιώσεως
|
—
|
—
|
—
|
| Syr 38,15 |
ὁ ἁμαρτάνων ἔναντι τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ
|
—
|
—
|
—
|
| Syr 38,16 |
τέκνον ἐπὶ νεκρῷ κατάγαγε δάκρυα καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνου κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ καὶ μὴ ὑπερίδῃς τὴν ταφὴν αὐτοῦ
|
—
|
—
|
—
|
| Syr 38,17 |
πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετὸν καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς καὶ παρακλήθητι λύπης ἕνεκα
|
—
|
—
|
—
|
| Syr 38,18 |
ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος καὶ λύπη καρδίας κάμψει ἰσχύν
|
—
|
—
|
—
|
| Syr 38,19 |
ἐν ἐπαγωγῇ παραμένει καὶ λύπη καὶ βίος πτωχοῦ κατὰ καρδίας
|
—
|
—
|
—
|
| Syr 38,20 |
μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα
|
—
|
—
|
—
|
| Syr 38,21 |
μὴ ἐπιλάθῃ οὐ γάρ ἐστιν ἐπάνοδος καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις
|
—
|
—
|
—
|
| Syr 38,22 |
μνήσθητι τὸ κρίμα μου ὅτι οὕτως καὶ τὸ σόν ἐμοὶ ἐχθὲς καὶ σοὶ σήμερον
|
—
|
—
|
—
|
| Syr 38,23 |
ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ καὶ παρακλήθητι ἐν αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ
|
—
|
—
|
—
|
| Syr 38,24 |
σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς καὶ ὁ ἐλασσούμενος πράξει αὐτοῦ σοφισθήσεται
|
—
|
—
|
—
|
| Syr 38,25 |
τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου καὶ καυχώμενος ἐν δόρατι κέντρου βόας ἐλαύνων καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων
|
—
|
—
|
—
|
| Syr 38,26 |
καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων
|
—
|
—
|
—
|
| Syr 38,27 |
οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον
|
—
|
—
|
—
|
| Syr 38,28 |
οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἔργα σιδήρου ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ καὶ ἐν θέρμῃ καμίνου διαμαχήσεται φωνῇ σφύρης κλινεῖ τὸ οὖς αὐτοῦ καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας
|
—
|
—
|
—
|
| Syr 38,29 |
οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ
|
—
|
—
|
—
|
| Syr 38,30 |
ἐν βραχίονι αὐτοῦ τυπώσει πηλὸν καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ καρδίαν ἐπιδώσει συντελέσαι τὸ χρῖσμα καὶ ἡ ἀγρυπνία αὐτοῦ καθαρίσαι κάμινον
|
—
|
—
|
—
|
| Syr 38,31 |
πάντες οὗτοι εἰς χεῖρας αὐτῶν ἐνεπίστευσαν καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται
|
—
|
—
|
—
|
| Syr 38,32 |
ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν
|
—
|
—
|
—
|
| Syr 38,33 |
ἀλλ᾿ εἰς βουλὴν λαοῦ οὐ ζητηθήσονται καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται ἐπὶ δίφρον δικαστοῦ οὐ καθιοῦνται καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται
|
—
|
—
|
—
|
| Syr 38,34 |
οὐδὲ μὴ ἐκφάνωσιν παιδείαν καὶ κρίμα καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται ἀλλὰ κτίσμα αἰῶνος στηρίσουσιν καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης
|
—
|
—
|
—
|
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)