Zaloguj

Syr 37 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Syr 37,1 πᾶς φίλος ἐρεῖ ἐφιλίασα κἀγώ ἀλλ᾿ ἔστιν φίλος ὀνόματι μόνον φίλος — — —
Syr 37,2 οὐχὶ λύπη ἔνι ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν — — —
Syr 37,3 ὦ πονηρὸν ἐνθύμημα πόθεν ἐνεκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι — — —
Syr 37,4 ἑταῖρος φίλου ἐν εὐφροσύνῃ ἥδεται καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι — — —
Syr 37,5 ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρός ἔναντι πολέμου λήμψεται ἀσπίδα — — —
Syr 37,6 μὴ ἐπιλάθῃ φίλου ἐν τῇ ψυχῇ σου καὶ μὴ ἀμνημονήσῃς αὐτοῦ ἐν χρήμασίν σου — — —
Syr 37,7 πᾶς σύμβουλος ἐξαίρει βουλήν ἀλλ᾿ ἔστιν συμβουλεύων εἰς ἑαυτόν — — —
Syr 37,8 ἀπὸ συμβούλου φύλαξον τὴν ψυχήν σου καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία καὶ γὰρ αὐτὸς ἑαυτῷ βουλεύσεται μήποτε βάλῃ ἐπὶ σοὶ κλῆρον — — —
Syr 37,9 καὶ εἴπῃ σοι καλὴ ἡ ὁδός σου καὶ στήσεται ἐξ ἀναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι — — —
Syr 37,10 μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν — — —
Syr 37,11 μετὰ γυναικὸς περὶ τῆς ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου μετὰ ἐμπόρου περὶ μεταβολίας καὶ μετὰ ἀγοράζοντος περὶ πράσεως μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελεήμονος περὶ χρηστοηθείας μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου καὶ μετὰ μισθίου ἐφετίου περὶ συντελείας οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας — — —
Syr 37,12 ἀλλ᾿ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε ὃν ἂν ἐπιγνῷς συντηροῦντα ἐντολάς ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου καὶ ἐὰν πταίσῃς συναλγήσει σοι — — —
Syr 37,13 καὶ βουλὴν καρδίας στῆσον οὐ γὰρ ἔστιν σοι πιστότερος αὐτῆς — — —
Syr 37,14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς — — —
Syr 37,15 καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι ὑψίστου ἵνα εὐθύνῃ ἐν ἀληθείᾳ τὴν ὁδόν σου — — —
Syr 37,16 ἀρχὴ παντὸς ἔργου λόγος καὶ πρὸ πάσης πράξεως βουλή — — —
Syr 37,17 ἴχνος ἀλλοιώσεως καρδίας τέσσαρα μέρη ἀνατέλλει — — —
Syr 37,18 ἀγαθὸν καὶ κακόν ζωὴ καὶ θάνατος καὶ ἡ κυριεύουσα ἐνδελεχῶς αὐτῶν γλῶσσά ἐστιν — — —
Syr 37,19 ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής καὶ τῇ ἰδίᾳ ψυχῇ ἐστιν ἄχρηστος — — —
Syr 37,20 ἔστιν σοφιζόμενος ἐν λόγοις μισητός οὗτος πάσης τροφῆς καθυστερήσει — — —
Syr 37,21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις ὅτι πάσης σοφίας ἐστερήθη — — —
Syr 37,22 ἔστιν σοφὸς τῇ ἰδίᾳ ψυχῇ καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος πιστοί — — —
Syr 37,23 ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύσει καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί — — —
Syr 37,24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες — — —
Syr 37,25 ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν καὶ αἱ ἡμέραι τοῦ Ισραηλ ἀναρίθμητοι — — —
Syr 37,26 ὁ σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει πίστιν καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνα — — —
Syr 37,27 τέκνον ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου καὶ ἰδὲ τί πονηρὸν αὐτῇ καὶ μὴ δῷς αὐτῇ — — —
Syr 37,28 οὐ γὰρ πάντα πᾶσιν συμφέρει καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ — — —
Syr 37,29 μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων — — —
Syr 37,30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας — — —
Syr 37,31 δι᾿ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν ὁ δὲ προσέχων προσθήσει ζωήν — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)