| LXX grc | SBLGNT grc | WLC hbo | BG1632 pl |
| Syr 29,1 |
ὁ ποιῶν ἔλεος δανιεῖ τῷ πλησίον καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς
|
—
|
—
|
—
|
| Syr 29,2 |
δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν
|
—
|
—
|
—
|
| Syr 29,3 |
στερέωσον λόγον καὶ πιστώθητι μετ᾿ αὐτοῦ καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου
|
—
|
—
|
—
|
| Syr 29,4 |
πολλοὶ ὡς εὕρεμα ἐνόμισαν δάνος καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς
|
—
|
—
|
—
|
| Syr 29,5 |
ἕως οὗ λάβῃ καταφιλήσει χεῖρας αὐτοῦ καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον καὶ ἀποδώσει λόγους ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται
|
—
|
—
|
—
|
| Syr 29,6 |
ἐὰν ἰσχύσῃ μόλις κομίσεται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρεμα εἰ δὲ μή ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ καὶ ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν
|
—
|
—
|
—
|
| Syr 29,7 |
πολλοὶ οὐ χάριν πονηρίας ἀπέστρεψαν ἀποστερηθῆναι δωρεὰν εὐλαβήθησαν
|
—
|
—
|
—
|
| Syr 29,8 |
πλὴν ἐπὶ ταπεινῷ μακροθύμησον καὶ ἐπ᾿ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν
|
—
|
—
|
—
|
| Syr 29,9 |
χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτὸν κενόν
|
—
|
—
|
—
|
| Syr 29,10 |
ἀπόλεσον ἀργύριον δι᾿ ἀδελφὸν καὶ φίλον καὶ μὴ ἰωθήτω ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν
|
—
|
—
|
—
|
| Syr 29,11 |
θὲς τὸν θησαυρόν σου κατ᾿ ἐντολὰς ὑψίστου καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον
|
—
|
—
|
—
|
| Syr 29,12 |
σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμιείοις σου καὶ αὕτη ἐξελεῖταί σε ἐκ πάσης κακώσεως
|
—
|
—
|
—
|
| Syr 29,13 |
ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ὁλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ
|
—
|
—
|
—
|
| Syr 29,14 |
ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον καὶ ὁ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν
|
—
|
—
|
—
|
| Syr 29,15 |
χάριτας ἐγγύου μὴ ἐπιλάθῃ ἔδωκεν γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ
|
—
|
—
|
—
|
| Syr 29,16 |
ἀγαθὰ ἐγγύου ἀνατρέψει ἁμαρτωλός καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον
|
—
|
—
|
—
|
| Syr 29,17 |
ἐγγύη πολλοὺς ἀπώλεσεν κατευθύνοντας καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης
|
—
|
—
|
—
|
| Syr 29,18 |
ἄνδρας δυνατοὺς ἀπῴκισεν καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις
|
—
|
—
|
—
|
| Syr 29,19 |
ἁμαρτωλὸς ἐμπεσὼν εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις
|
—
|
—
|
—
|
| Syr 29,20 |
ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς
|
—
|
—
|
—
|
| Syr 29,21 |
ἀρχὴ ζωῆς ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον καὶ οἶκος καλύπτων ἀσχημοσύνην
|
—
|
—
|
—
|
| Syr 29,22 |
κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις
|
—
|
—
|
—
|
| Syr 29,23 |
ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκίαν ἔχε καὶ ὀνειδισμὸν παροικίας οὐ μὴ ἀκούσῃς
|
—
|
—
|
—
|
| Syr 29,24 |
ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν καὶ οὗ παροικήσεις οὐκ ἀνοίξεις στόμα
|
—
|
—
|
—
|
| Syr 29,25 |
ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσῃ
|
—
|
—
|
—
|
| Syr 29,26 |
πάρελθε πάροικε κόσμησον τράπεζαν καὶ εἴ τι ἐν τῇ χειρί σου ψώμισόν με
|
—
|
—
|
—
|
| Syr 29,27 |
ἔξελθε πάροικε ἀπὸ προσώπου δόξης ἐπεξένωταί μοι ὁ ἀδελφός χρεία τῆς οἰκίας
|
—
|
—
|
—
|
| Syr 29,28 |
βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ
|
—
|
—
|
—
|
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)