Zaloguj

Prz 33 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
Prz 33,1 ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει οὕτως οὐκ ἔστιν ἄφρονι τιμή — — —
Prz 33,2 ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί — — —
Prz 33,3 ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ οὕτως ῥάβδος ἔθνει παρανόμῳ — — —
Prz 33,4 μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ — — —
Prz 33,5 ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ ἵνα μὴ φαίνηται σοφὸς παρ᾿ ἑαυτῷ — — —
Prz 33,6 ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται ὁ ἀποστείλας δι᾿ ἀγγέλου ἄφρονος λόγον — — —
Prz 33,7 ἀφελοῦ πορείαν σκελῶν καὶ παροιμίαν ἐκ στόματος ἀφρόνων — — —
Prz 33,8 ὃς ἀποδεσμεύει λίθον ἐν σφενδόνῃ ὅμοιός ἐστιν τῷ διδόντι ἄφρονι δόξαν — — —
Prz 33,9 ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου δουλεία δὲ ἐν χειρὶ τῶν ἀφρόνων — — —
Prz 33,10 πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀφρόνων συντρίβεται γὰρ ἡ ἔκστασις αὐτῶν — — —
Prz 33,11 ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται οὕτως ἄφρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις — — —
Prz 33,12 εἶδον ἄνδρα δόξαντα παρ᾿ ἑαυτῷ σοφὸν εἶναι ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄφρων αὐτοῦ — — —
Prz 33,13 λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν λέων ἐν ταῖς ὁδοῖς — — —
Prz 33,14 ὥσπερ θύρα στρέφεται ἐπὶ τοῦ στρόφιγγος οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ — — —
Prz 33,15 κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα — — —
Prz 33,16 σοφώτερος ἑαυτῷ ὀκνηρὸς φαίνεται τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν — — —
Prz 33,17 ὥσπερ ὁ κρατῶν κέρκου κυνός οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως — — —
Prz 33,18 ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους ὁ δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται — — —
Prz 33,19 οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν φίλους ὅταν δὲ φωραθῶσιν λέγουσιν ὅτι παίζων ἔπραξα — — —
Prz 33,20 ἐν πολλοῖς ξύλοις θάλλει πῦρ ὅπου δὲ οὐκ ἔστιν δίθυμος ἡσυχάζει μάχη — — —
Prz 33,21 ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης — — —
Prz 33,22 λόγοι κερκώπων μαλακοί οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων — — —
Prz 33,23 ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον χείλη λεῖα καρδίαν καλύπτει λυπηράν — — —
Prz 33,24 χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους — — —
Prz 33,25 ἐάν σου δέηται ὁ ἐχθρὸς μεγάλῃ τῇ φωνῇ μὴ πεισθῇς ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ — — —
Prz 33,26 ὁ κρύπτων ἔχθραν συνίστησιν δόλον ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις — — —
Prz 33,27 ὁ ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν ὁ δὲ κυλίων λίθον ἐφ᾿ ἑαυτὸν κυλίει — — —
Prz 33,28 γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)