Zaloguj

2 Mch 11 interlinia ›

LXX grcSBLGNT grcWLC hboBG1632 pl
2 Mch 11,1 μετ᾿ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι — — —
2 Mch 11,2 συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν — — —
2 Mch 11,3 τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν — — —
2 Mch 11,4 οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα — — —
2 Mch 11,5 εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν — — —
2 Mch 11,6 ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ — — —
2 Mch 11,7 αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν — — —
2 Mch 11,8 αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων — — —
2 Mch 11,9 ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι — — —
2 Mch 11,10 προῆγον ἐν διασκευῇ τὸν ἀπ᾿ οὐρανοῦ σύμμαχον ἔχοντες ἐλεήσαντος αὐτοὺς τοῦ κυρίου — — —
2 Mch 11,11 λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν — — —
2 Mch 11,12 οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη — — —
2 Mch 11,13 οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς — — —
2 Mch 11,14 προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι — — —
2 Mch 11,15 ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς — — —
2 Mch 11,16 ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν — — —
2 Mch 11,17 Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ᾿ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δι᾿ αὐτοῦ σημαινομένων — — —
2 Mch 11,18 ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν — — —
2 Mch 11,19 ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι — — —
2 Mch 11,20 ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ᾿ ἐμοῦ διαλεχθῆναι ὑμῖν — — —
2 Mch 11,21 ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Διὸς Κορινθίου τετράδι καὶ εἰκάδι — — —
2 Mch 11,22 ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν — — —
2 Mch 11,23 τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν — — —
2 Mch 11,24 ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα — — —
2 Mch 11,25 αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη — — —
2 Mch 11,26 εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει — — —
2 Mch 11,27 πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν — — —
2 Mch 11,28 εἰ ἔρρωσθε εἴη ἂν ὡς βουλόμεθα καὶ αὐτοὶ δὲ ὑγιαίνομεν — — —
2 Mch 11,29 ἐνεφάνισεν ἡμῖν Μενέλαος βούλεσθαι κατελθόντας ὑμᾶς γίνεσθαι πρὸς τοῖς ἰδίοις — — —
2 Mch 11,30 τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας — — —
2 Mch 11,31 χρῆσθαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτῶν κατ᾿ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων — — —
2 Mch 11,32 πέπομφα δὲ καὶ τὸν Μενέλαον παρακαλέσοντα ὑμᾶς — — —
2 Mch 11,33 ἔρρωσθε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Ξανθικοῦ πεντεκαιδεκάτῃ — — —
2 Mch 11,34 ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβῦται Ῥωμαίων τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν — — —
2 Mch 11,35 ὑπὲρ ὧν Λυσίας ὁ συγγενὴς τοῦ βασιλέως συνεχώρησεν ὑμῖν καὶ ἡμεῖς συνευδοκοῦμεν — — —
2 Mch 11,36 ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν — — —
2 Mch 11,37 διὸ σπεύσατε καὶ πέμψατέ τινας ὅπως καὶ ἡμεῖς ἐπιγνῶμεν ὁποίας ἐστὲ γνώμης — — —
2 Mch 11,38 ὑγιαίνετε ἔτους ἑκατοστοῦ τεσσαρακοστοῦ ὀγδόου Ξανθικοῦ πεντεκαιδεκάτῃ — — —

Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0) · WLC — Westminster Leningrad Codex — domena publiczna; lematy i morfologia: Open Scriptures Hebrew Bible (CC BY 4.0) · BG1632 — Biblia Gdańska (1632) — domena publiczna; plik cyfrowy: bible-api-io (MIT-0)