| 1 Mch 6,1 |
καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαῒς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ καὶ χρυσίῳ
|
—
|
—
|
—
|
| 1 Mch 6,2 |
καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς Ἕλλησι
|
—
|
—
|
—
|
| 1 Mch 6,3 |
καὶ ἦλθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως
|
—
|
—
|
—
|
| 1 Mch 6,4 |
καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπῆρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς Βαβυλῶνα
|
—
|
—
|
—
|
| 1 Mch 6,5 |
καὶ ἦλθέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν Περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ιουδα
|
—
|
—
|
—
|
| 1 Mch 6,6 |
καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν
|
—
|
—
|
—
|
| 1 Mch 6,7 |
καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιθσουραν πόλιν αὐτοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,8 |
καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο
|
—
|
—
|
—
|
| 1 Mch 6,9 |
καὶ ἦν ἐκεῖ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ᾿ αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνῄσκει
|
—
|
—
|
—
|
| 1 Mch 6,10 |
καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης
|
—
|
—
|
—
|
| 1 Mch 6,11 |
καὶ εἶπα τῇ καρδίᾳ ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου ἐν ᾧ νῦν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου
|
—
|
—
|
—
|
| 1 Mch 6,12 |
νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ιουδα διὰ κενῆς
|
—
|
—
|
—
|
| 1 Mch 6,13 |
ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ
|
—
|
—
|
—
|
| 1 Mch 6,14 |
καὶ ἐκάλεσεν Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,15 |
καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν
|
—
|
—
|
—
|
| 1 Mch 6,16 |
καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,17 |
καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ κατέστησεν βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Εὐπάτωρ
|
—
|
—
|
—
|
| 1 Mch 6,18 |
καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι᾿ ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν
|
—
|
—
|
—
|
| 1 Mch 6,19 |
καὶ ἐλογίσατο Ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ᾿ αὐτούς
|
—
|
—
|
—
|
| 1 Mch 6,20 |
καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ᾿ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς
|
—
|
—
|
—
|
| 1 Mch 6,21 |
καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ Ισραηλ
|
—
|
—
|
—
|
| 1 Mch 6,22 |
καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν
|
—
|
—
|
—
|
| 1 Mch 6,23 |
ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ᾿ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,24 |
καὶ περιεκάθηντο ἐπ᾿ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ᾿ ἡμῶν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο
|
—
|
—
|
—
|
| 1 Mch 6,25 |
καὶ οὐκ ἐφ᾿ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν
|
—
|
—
|
—
|
| 1 Mch 6,26 |
καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν καὶ τὸ ἁγίασμα καὶ τὴν Βαιθσουραν ὠχύρωσαν
|
—
|
—
|
—
|
| 1 Mch 6,27 |
καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν
|
—
|
—
|
—
|
| 1 Mch 6,28 |
καὶ ὠργίσθη ὁ βασιλεύς ὅτε ἤκουσεν καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν
|
—
|
—
|
—
|
| 1 Mch 6,29 |
καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί
|
—
|
—
|
—
|
| 1 Mch 6,30 |
καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον
|
—
|
—
|
—
|
| 1 Mch 6,31 |
καὶ ἦλθον διὰ τῆς Ιδουμαίας καὶ παρενέβαλον ἐπὶ Βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς
|
—
|
—
|
—
|
| 1 Mch 6,32 |
καὶ ἀπῆρεν Ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς Βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως
|
—
|
—
|
—
|
| 1 Mch 6,33 |
καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν
|
—
|
—
|
—
|
| 1 Mch 6,34 |
καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον
|
—
|
—
|
—
|
| 1 Mch 6,35 |
καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη
|
—
|
—
|
—
|
| 1 Mch 6,36 |
οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ᾿ αὐτοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,37 |
καὶ πύργοι ξύλινοι ἐπ᾿ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ᾿ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ᾿ αὐτοῦ μηχαναῖς καὶ ἐφ᾿ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ᾿ αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,38 |
καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν
|
—
|
—
|
—
|
| 1 Mch 6,39 |
ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ᾿ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός
|
—
|
—
|
—
|
| 1 Mch 6,40 |
καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως
|
—
|
—
|
—
|
| 1 Mch 6,41 |
καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά
|
—
|
—
|
—
|
| 1 Mch 6,42 |
καὶ ἤγγισεν Ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες
|
—
|
—
|
—
|
| 1 Mch 6,43 |
καὶ εἶδεν Ελεαζαρος ὁ Αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς
|
—
|
—
|
—
|
| 1 Mch 6,44 |
καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον
|
—
|
—
|
—
|
| 1 Mch 6,45 |
καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ᾿ αὐτοῦ ἔνθα καὶ ἔνθα
|
—
|
—
|
—
|
| 1 Mch 6,46 |
καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ καὶ ἀπέθανεν ἐκεῖ
|
—
|
—
|
—
|
| 1 Mch 6,47 |
καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ᾿ αὐτῶν
|
—
|
—
|
—
|
| 1 Mch 6,48 |
οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ιουδαίαν καὶ εἰς τὸ ὄρος Σιων
|
—
|
—
|
—
|
| 1 Mch 6,49 |
καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσουρων καὶ ἐξῆλθον ἐκ τῆς πόλεως ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ ὅτι σάββατον ἦν τῇ γῇ
|
—
|
—
|
—
|
| 1 Mch 6,50 |
καὶ κατελάβετο ὁ βασιλεὺς τὴν Βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν
|
—
|
—
|
—
|
| 1 Mch 6,51 |
καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας
|
—
|
—
|
—
|
| 1 Mch 6,52 |
καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς
|
—
|
—
|
—
|
| 1 Mch 6,53 |
βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν Ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως
|
—
|
—
|
—
|
| 1 Mch 6,54 |
καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
|
—
|
—
|
—
|
| 1 Mch 6,55 |
καὶ ἤκουσεν Λυσίας ὅτι Φίλιππος ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν
|
—
|
—
|
—
|
| 1 Mch 6,56 |
ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ᾿ αὐτοῦ καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων
|
—
|
—
|
—
|
| 1 Mch 6,57 |
καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ᾿ ἡμέραν καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας
|
—
|
—
|
—
|
| 1 Mch 6,58 |
νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ᾿ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν
|
—
|
—
|
—
|
| 1 Mch 6,59 |
καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα
|
—
|
—
|
—
|
| 1 Mch 6,60 |
καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι καὶ ἐπεδέξαντο
|
—
|
—
|
—
|
| 1 Mch 6,61 |
καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος
|
—
|
—
|
—
|
| 1 Mch 6,62 |
καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος Σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν
|
—
|
—
|
—
|
| 1 Mch 6,63 |
καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν καὶ εὗρεν Φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ
|
—
|
—
|
—
|