G998 — 59 wystąpień
G998 · βοηθός (boēthos) · a helper — βοηθός , -ον (see: βοηθέω), ; [in LXX chiefly for עזר ;] ; __1. (poët. -όος), hasting to the war-cry (Hom.). ; __2. helping, auxiliary ; as subst. (Hdt.), a helper : Heb.13:6 (LXX).; † (AS) [STEPBible CC BY]
Rdz 2Wj 2Pwt 31 Sm 12 Sm 11 Krn 1Ezd 1Tb 2Jdt 3Est 12 Mch 1Hi 2Ps 27Syr 4Iz 4Lm 1Ez 1Na 1Hbr 1
-
Rdz 2,18
LXX · N.ASM
καὶ εἶπεν κύριος ὁ θεός οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν -
Rdz 2,20
LXX · N.NSM
καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ τῷ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ -
Wj 15,2
LXX · N.NSM
βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὗτός μου θεός καὶ δοξάσω αὐτόν θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν -
Wj 18,4
LXX · N.NSM
καὶ τὸ ὄνομα τοῦ δευτέρου Ελιεζερ λέγων ὁ γὰρ θεὸς τοῦ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω -
Pwt 33,7
LXX · N.NSM
καὶ αὕτη Ιουδα εἰσάκουσον κύριε φωνῆς Ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ -
Pwt 33,26
LXX · N.NSM
οὐκ ἔστιν ὥσπερ ὁ θεὸς τοῦ ἠγαπημένου ὁ ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ ὁ μεγαλοπρεπὴς τοῦ στερεώματος -
Pwt 33,29
LXX · N.NSM
μακάριος σύ Ισραηλ τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου ὑπερασπιεῖ ὁ βοηθός σου καὶ ἡ μάχαιρα καύχημά σου καὶ ψεύσονταί σε οἱ ἐχθροί σου καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ -
1 Sm 7,12
LXX · N.GSM
καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος -
2 Sm 22,42
LXX · N.NSM
βοήσονται καὶ οὐκ ἔστιν βοηθός πρὸς κύριον καὶ οὐχ ὑπήκουσεν αὐτῶν -
1 Krn 12,19
LXX · N.DPM
καὶ πνεῦμα ἐνέδυσε τὸν Αμασαι ἄρχοντα τῶν τριάκοντα καὶ εἶπεν πορεύου καὶ ὁ λαός σου Δαυιδ υἱὸς Ιεσσαι εἰρήνη εἰρήνη σοι καὶ εἰρήνη τοῖς βοηθοῖς σου ὅτι ἐβοήθησέν σοι ὁ θεός σου καὶ προσεδέξατο αὐτοὺς Δαυιδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων -
Ezd 10,15
LXX · N.GPM
πλὴν Ιωναθαν υἱὸς Ασαηλ καὶ Ιαζια υἱὸς Θεκουε μετ᾿ ἐμοῦ περὶ τούτου καὶ Μεσουλαμ καὶ Σαβαθαι ὁ Λευίτης βοηθῶν αὐτοῖς -
Tb 8,6
LXX · N.ASM
σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα σὺ εἶπας οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ -
Tb 8,6
LXX · N.ASM
σὺ ἐποίησας Αδαμ καὶ ἔδωκας αὐτῷ βοηθὸν Ευαν στήριγμα τὴν γυναῖκα αὐτοῦ ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα σὺ εἶπας οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ -
Jdt 7,25
LXX · N.NSM
καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ -
Jdt 9,4
LXX · N.ASM
καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας αὐτῶν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα αὐτῶν εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν ὁ θεὸς ὁ θεὸς ὁ ἐμός καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας -
Jdt 9,11
LXX · N.NSM
οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν ἀλλὰ ταπεινῶν εἶ θεός ἐλαττόνων εἶ βοηθός ἀντιλήμπτωρ ἀσθενούντων ἀπεγνωσμένων σκεπαστής ἀπηλπισμένων σωτήρ -
Est 4,17
LXX · N.ASM
καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσθηρ καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἶπεν κύριε κύριε βασιλεῦ πάντων κρατῶν ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾿ οὐρανὸν καὶ κύριος εἶ πάντων καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ σὺ πάντα γινώσκεις σὺ οἶδας κύριε ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Αμαν ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ισραηλ ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ καὶ νῦν κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ φεῖσαι τοῦ λαοῦ σου ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα κύριε καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ καὶ εἶπεν κύριέ μου ὁ βασιλεὺς ἡμῶν σὺ εἶ μόνος βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ ὅτι κίνδυνός μου ἐν χειρί μου ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ κύριε ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν ἀνθ᾿ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν δίκαιος εἶ κύριε καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα μὴ παραδῷς κύριε τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾿ αὐτούς τὸν δὲ ἀρξάμενον ἐφ᾿ ἡμᾶς παραδειγμάτισον μνήσθητι κύριε γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ κύριε πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου σὺ οἶδας τὴν ἀνάγκην μου ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾿ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί κύριε ὁ θεὸς Αβρααμ ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου -
2 Mch 3,39
LXX · N.NSM
αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει -
Hi 22,25
LXX · N.NSM
ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον -
Hi 29,12
LXX · N.NSM
διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθός ἐβοήθησα -
Ps 9,10
LXX · N.NSM
καὶ ἐγένετο κύριος καταφυγὴ τῷ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει -
Ps 10,14
LXX · N.GPM
βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου σοὶ οὖν ἐγκαταλέλειπται ὁ πτωχός ὀρφανῷ σὺ ἦσθα βοηθῶν -
Ps 18,3
LXX · N.NSM
κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου ὁ θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ᾿ αὐτόν ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου ἀντιλήμπτωρ μου -
Ps 19,15
LXX · N.VSM
καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός κύριε βοηθέ μου καὶ λυτρωτά μου -
Ps 27,9
LXX · N.NSM
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου βοηθός μου γενοῦ μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με ὁ θεὸς ὁ σωτήρ μου -
Ps 28,7
LXX · N.NSM
κύριος βοηθός μου καὶ ὑπερασπιστής μου ἐπ᾿ αὐτῷ ἤλπισεν ἡ καρδία μου καὶ ἐβοηθήθην καὶ ἀνέθαλεν ἡ σάρξ μου καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ -
Ps 30,11
LXX · N.NSM
ἤκουσεν κύριος καὶ ἠλέησέν με κύριος ἐγενήθη βοηθός μου -
Ps 33,20
LXX · N.NSM
ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν -
Ps 40,18
LXX · N.NSM
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης κύριος φροντιεῖ μου βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου μὴ χρονίσῃς -
Ps 46,2
LXX · N.NSM
ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα -
Ps 52,9
LXX · N.ASM
ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν θεὸν βοηθὸν αὐτοῦ ἀλλ᾿ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ -
Ps 59,18
LXX · N.NSM
βοηθός μου σοὶ ψαλῶ ὅτι ὁ θεός ἀντιλήμπτωρ μου εἶ ὁ θεός μου τὸ ἔλεός μου -
Ps 62,9
LXX · N.NSM
ἐλπίσατε ἐπ᾿ αὐτόν πᾶσα συναγωγὴ λαοῦ ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν ὁ θεὸς βοηθὸς ἡμῶν διάψαλμα -
Ps 63,8
LXX · N.NSM
ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι -
Ps 70,6
LXX · N.NSM
ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἶ σύ κύριε μὴ χρονίσῃς -
Ps 71,7
LXX · N.NSM
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς καὶ σὺ βοηθὸς κραταιός -
Ps 72,12
LXX · N.NSM
ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχεν βοηθός -
Ps 78,35
LXX · N.NSM
καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν -
Ps 81,2
LXX · N.DSM
ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ Ιακωβ -
Ps 94,22
LXX · N.ASM
καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου -
Ps 115,9
LXX · N.NSM
οἶκος Ισραηλ ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν -
Ps 115,10
LXX · N.NSM
οἶκος Ααρων ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν -
Ps 115,11
LXX · N.NSM
οἱ φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν -
Ps 118,6
LXX · N.NSM
κύριος ἐμοὶ βοηθός οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος -
Ps 118,7
LXX · N.NSM
κύριος ἐμοὶ βοηθός κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου -
Ps 119,114
LXX · N.NSM
βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ εἰς τὸν λόγον σου ἐπήλπισα -
Ps 146,5
LXX · N.NSM
μακάριος οὗ ὁ θεὸς Ιακωβ βοηθός ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ -
Syr 12,17
LXX · N.GPM
κακὰ ἐὰν ὑπαντήσῃ σοι εὑρήσεις αὐτὸν πρότερον ἐκεῖ σου καὶ ὡς βοηθῶν ὑποσχάσει πτέρναν σου -
Syr 36,24
LXX · N.ASM
ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως βοηθὸν κατ᾿ αὐτὸν καὶ στῦλον ἀναπαύσεως -
Syr 51,2
LXX · N.NSM
ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος καὶ ἔναντι τῶν παρεστηκότων ἐγένου βοηθὸς καὶ ἐλυτρώσω με
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)