G9015 — 7 wystąpień
G9015 · ῥάσσω (rhassō) · to dash down — to dash down [STEPBible CC BY]
Jdt 1Iz 2Jr 2Dn 2
-
Jdt 9,8
LXX · V.AAD2S
κύριος ὄνομά σοι σὺ ῥάξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου -
Iz 9,10
LXX · V.FAI3S
καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ᾿ ὄρος Σιων ἐπ᾿ αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτῶν διασκεδάσει -
Iz 13,16
LXX · V.FAI3P
καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν -
Jr 23,33
LXX · V.FAI1S
καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης λέγων τί τὸ λῆμμα κυρίου καὶ ἐρεῖς αὐτοῖς ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς λέγει κύριος -
Jr 23,39
LXX · V.PAI1S
διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν -
Dn 8,10
LXX · V.API3S
καὶ ὑψώθη ἕως τῶν ἀστέρων τοῦ οὐρανοῦ καὶ ἐρράχθη ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ αὐτῶν κατεπατήθη -
Dn 8,11
LXX · V.API3S
ἕως ὁ ἀρχιστράτηγος ῥύσεται τὴν αἰχμαλωσίαν καὶ δι᾿ αὐτὸν τὰ ὄρη τὰ ἀπ᾿ αἰῶνος ἐρράχθη καὶ ἐξήρθη ὁ τόπος αὐτῶν καὶ θυσία καὶ ἔθηκεν αὐτὴν ἕως χαμαὶ ἐπὶ τὴν γῆν καὶ εὐωδώθη καὶ ἐγενήθη καὶ τὸ ἅγιον ἐρημωθήσεται
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)