G8994 — 35 wystąpień
G8994 · πυρός (puros) · wheat — wheat , (Homer); also in plural , (Odyssey by Homer), etc. (ML) [STEPBible CC BY]
Rdz 1Wj 3Pwt 22 Sm 41 Krl 12 Krl 21 Krn 12 Krn 1Ezd 2Ne 3Jdt 2Hi 1Ps 5Syr 1Iz 1Jr 2Ez 2Jl 1
-
Rdz 30,14
LXX · N.GPM
ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ Ραχηλ τῇ Λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου -
Wj 9,32
LXX · N.NSM
ὁ δὲ πυρὸς καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη ὄψιμα γὰρ ἦν -
Wj 29,2
LXX · N.GPM
καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίῳ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίῳ σεμίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά -
Wj 34,22
LXX · N.GPM
καὶ ἑορτὴν ἑβδομάδων ποιήσεις μοι ἀρχὴν θερισμοῦ πυρῶν καὶ ἑορτὴν συναγωγῆς μεσοῦντος τοῦ ἐνιαυτοῦ -
Pwt 8,8
LXX · N.GSM
γῆ πυροῦ καὶ κριθῆς ἄμπελοι συκαῖ ῥόαι γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος -
Pwt 32,14
LXX · N.GSM
βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον -
2 Sm 4,6
LXX · N.APM
καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ Ρεκχα καὶ Βαανα οἱ ἀδελφοὶ διέλαθον -
2 Sm 17,28
LXX · N.APM
ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν -
2 Sm 22,13
LXX · N.NSM
ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός -
2 Sm 24,15
LXX · N.GPM
καὶ ἡμέραι θερισμοῦ πυρῶν καὶ ἔδωκεν κύριος ἐν Ισραηλ θάνατον ἀπὸ πρωίθεν ἕως ὥρας ἀρίστου καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ἑβδομήκοντα χιλιάδες ἀνδρῶν -
1 Krl 5,25
LXX · N.GSM
καὶ Σαλωμων ἔδωκεν τῷ Χιραμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχιρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βεθ ἐλαίου κεκομμένου κατὰ τοῦτο ἐδίδου Σαλωμων τῷ Χιραμ κατ᾿ ἐνιαυτόν -
2 Krl 2,11
LXX · N.NSM
καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν -
2 Krl 2,11
LXX · N.NSM
καὶ ἐγένετο αὐτῶν πορευομένων ἐπορεύοντο καὶ ἐλάλουν καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων καὶ ἀνελήμφθη Ηλιου ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν -
1 Krn 21,20
LXX · N.APM
καὶ ἐπέστρεψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρες υἱοὶ αὐτοῦ μετ᾿ αὐτοῦ μεθαχαβιν καὶ Ορνα ἦν ἀλοῶν πυρούς -
2 Krn 27,5
LXX · N.GSM
αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Αμμων καὶ κατίσχυσεν ἐπ᾿ αὐτόν καὶ ἐδίδουν αὐτῷ οἱ υἱοὶ Αμμων κατ᾿ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Αμμων κατ᾿ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ -
Ezd 6,9
LXX · N.APM
καὶ ὃ ἂν ὑστέρημα καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ θεῷ τοῦ οὐρανοῦ πυρούς ἅλας οἶνον ἔλαιον κατὰ τὸ ῥῆμα τῶν ἱερέων τῶν ἐν Ιερουσαλημ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ ὃ ἐὰν αἰτήσωσιν -
Ezd 7,22
LXX · N.GSM
ἕως ἀργυρίου ταλάντων ἑκατὸν καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ ἕως οἴνου βάδων ἑκατὸν καὶ ἕως ἐλαίου βάδων ἑκατὸν καὶ ἅλας οὗ οὐκ ἔστιν γραφή -
Ne 9,12
LXX · N.NSM
καὶ ἐν στύλῳ νεφέλης ὡδήγησας αὐτοὺς ἡμέρας καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα τοῦ φωτίσαι αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ -
Ne 9,19
LXX · N.NSM
καὶ σὺ ἐν οἰκτιρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐγκατέλιπες αὐτοὺς ἐν τῇ ἐρήμῳ τὸν στῦλον τῆς νεφέλης οὐκ ἐξέκλινας ἀπ᾿ αὐτῶν ἡμέρας ὁδηγῆσαι αὐτοὺς ἐν τῇ ὁδῷ καὶ τὸν στῦλον τοῦ πυρὸς τὴν νύκτα φωτίζειν αὐτοῖς τὴν ὁδόν ἐν ᾗ πορεύσονται ἐν αὐτῇ -
Ne 13,12
LXX · N.GSM
καὶ πᾶς Ιουδα ἤνεγκαν δεκάτην τοῦ πυροῦ καὶ τοῦ οἴνου καὶ τοῦ ἐλαίου εἰς τοὺς θησαυροὺς -
Jdt 2,27
LXX · N.GPF
καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας -
Jdt 3,3
LXX · N.GPF
ἰδοὺ αἱ ἐπαύλεις ἡμῶν καὶ πᾶς τόπος ἡμῶν καὶ πᾶν πεδίον πυρῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια καὶ πᾶσαι αἱ μάνδραι τῶν σκηνῶν ἡμῶν παράκεινται πρὸ προσώπου σου χρῆσαι καθὸ ἂν ἀρέσκῃ σοι -
Hi 31,40
LXX · N.GSM
ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη ἀντὶ δὲ κριθῆς βάτος καὶ ἐπαύσατο Ιωβ ῥήμασιν -
Ps 18,13
LXX · N.NSM
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον χάλαζα καὶ ἄνθρακες πυρός -
Ps 66,12
LXX · N.NSM
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν διήλθομεν διὰ πυρὸς καὶ ὕδατος καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν -
Ps 78,14
LXX · N.NSM
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός -
Ps 81,17
LXX · N.GSM
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς -
Ps 147,14
LXX · N.GSM
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε -
Syr 39,26
LXX · N.GSM
ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου ὕδωρ καὶ πῦρ καὶ σίδηρος καὶ ἅλας καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον -
Iz 28,25
LXX · N.ASM
οὐχ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου -
Jr 12,13
LXX · N.APM
σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου -
Jr 48,8
LXX · N.NPM
καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ισμαηλ μὴ ἀνέλῃς ἡμᾶς ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν -
Ez 4,9
LXX · N.APM
καὶ σὺ λαβὲ σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους καὶ κατ᾿ ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας φάγεσαι αὐτά -
Ez 45,13
LXX · N.GSM
καὶ αὕτη ἡ ἀπαρχή ἣν ἀφοριεῖτε ἕκτον τοῦ μέτρου ἀπὸ τοῦ γομορ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οιφι ἀπὸ τοῦ κόρου τῶν κριθῶν -
Jl 1,11
LXX · N.GSM
ἐξηράνθησαν οἱ γεωργοί θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς ὅτι ἀπόλωλεν τρυγητὸς ἐξ ἀγροῦ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)