G8903 — 42 wystąpień
G8903 · προνομή (pronomē) · plunder — 1. a foraging, a foraging expedition, foray , (Xenophon Historicus): in plural , foraging parties , (Xenophon Historicus) ; 2. an elephant's trunk , (Polybius Historicus) ; 3. = προ-νομία, (Lucian) (ML) [STEPBible CC BY]
Lb 3Pwt 3Joz 31 Krl 12 Krl 1Jdt 41 Mch 1Prz 1Iz 8Jr 5Ez 10Dn 2
-
Lb 31,11
LXX · N.ASF
καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπὸ ἀνθρώπου ἕως κτήνους -
Lb 31,12
LXX · N.ASF
καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ισραηλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομὴν εἰς τὴν παρεμβολὴν εἰς Αραβωθ Μωαβ ἥ ἐστιν ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω -
Lb 31,32
LXX · N.GSF
καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταί ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες -
Pwt 20,14
LXX · N.ASF
πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φάγῃ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι -
Pwt 21,10
LXX · N.ASF
ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδῷ σοι κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσεις τὴν προνομὴν αὐτῶν -
Pwt 21,11
LXX · N.DSF
καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτὴν σαυτῷ γυναῖκα -
Joz 7,21
LXX · N.DSF
εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν -
Joz 8,2
LXX · N.ASF
καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω -
Joz 22,8
LXX · N.ASF
καὶ ἐν χρήμασιν πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν καὶ κτήνη πολλὰ σφόδρα καὶ ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ ἱματισμὸν πολύν καὶ διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν -
1 Krl 10,22
LXX · N.GSF
ὅτι ναῦς Θαρσις τῷ βασιλεῖ ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιραμ μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσις χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκεν ὁ βασιλεὺς Σαλωμων οἰκοδομῆσαι τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τὸ τεῖχος Ιερουσαλημ καὶ τὴν ἄκραν τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυιδ καὶ τὴν Ασσουρ καὶ τὴν Μαγδαν καὶ τὴν Γαζερ καὶ τὴν Βαιθωρων τὴν ἀνωτέρω καὶ τὴν Ιεθερμαθ καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ πάσας τὰς πόλεις τῶν ἱππέων καὶ τὴν πραγματείαν Σαλωμων ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν πάσῃ τῇ γῇ τοῦ μὴ κατάρξαι αὐτοῦ πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Αμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ιεβουσαίου καὶ τοῦ Γεργεσαίου τῶν μὴ ἐκ τῶν υἱῶν Ισραηλ ὄντων τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετ᾿ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ισραηλ ἐξολεθρεῦσαι αὐτούς καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμων εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης καὶ ἐκ τῶν υἱῶν Ισραηλ οὐκ ἔδωκε Σαλωμων εἰς πρᾶγμα ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ καὶ ἱππεῖς αὐτοῦ -
2 Krl 21,14
LXX · N.ASF
καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρονομίας μου καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσιν τοῖς ἐχθροῖς αὐτῶν -
Jdt 4,12
LXX · N.ASF
καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλον καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ισραηλ ὁμοθυμαδὸν ἐκτενῶς τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμὸν ἐπίχαρμα τοῖς ἔθνεσιν -
Jdt 7,26
LXX · N.ASF
καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ -
Jdt 9,4
LXX · N.ASF
καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας αὐτῶν εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα αὐτῶν εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν ὁ θεὸς ὁ θεὸς ὁ ἐμός καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας -
Jdt 16,4
LXX · N.ASF
εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι -
1 Mch 7,47
LXX · N.ASF
καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν καὶ τὴν κεφαλὴν Νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ ἣν ἐξέτεινεν ὑπερηφάνως καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τῇ Ιερουσαλημ -
Prz 12,24
LXX · N.ASF
χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς δόλιοι δὲ ἔσονται εἰς προνομήν -
Iz 6,13
LXX · N.ASF
καὶ ἔτι ἐπ᾿ αὐτῆς ἔστιν τὸ ἐπιδέκατον καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἀπὸ τῆς θήκης αὐτῆς -
Iz 8,1
LXX · N.ASF
καὶ εἶπεν κύριος πρός με λαβὲ σεαυτῷ τόμον καινοῦ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων πάρεστιν γάρ -
Iz 10,2
LXX · N.ASF
ἐκκλίνοντες κρίσιν πτωχῶν ἁρπάζοντες κρίμα πενήτων τοῦ λαοῦ μου ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν -
Iz 10,6
LXX · N.ASF
τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελῶ καὶ τῷ ἐμῷ λαῷ συντάξω ποιῆσαι σκῦλα καὶ προνομὴν καὶ καταπατεῖν τὰς πόλεις καὶ θεῖναι αὐτὰς εἰς κονιορτόν -
Iz 24,3
LXX · N.DSF
φθορᾷ φθαρήσεται ἡ γῆ καὶ προνομῇ προνομευθήσεται ἡ γῆ τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα -
Iz 33,23
LXX · N.ASF
ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν -
Iz 33,23
LXX · N.ASF
ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν -
Iz 42,22
LXX · N.ASF
καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ καὶ ἐν οἴκοις ἅμα ὅπου ἔκρυψαν αὐτούς ἐγένοντο εἰς προνομήν καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα καὶ οὐκ ἦν ὁ λέγων ἀπόδος -
Jr 2,14
LXX · N.ASF
μὴ δοῦλός ἐστιν Ισραηλ ἢ οἰκογενής ἐστιν διὰ τί εἰς προνομὴν ἐγένετο -
Jr 15,13
LXX · N.ASF
ἡ ἰσχύς σου καὶ τοὺς θησαυρούς σου εἰς προνομὴν δώσω ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου -
Jr 27,10
LXX · N.ASF
καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν πάντες οἱ προνομεύοντες αὐτὴν ἐμπλησθήσονται -
Jr 30,27
LXX · N.ASF
καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριος -
Jr 37,16
LXX · N.ASF
διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε βρωθήσονται καὶ πάντες οἱ ἐχθροί σου κρέας αὐτῶν πᾶν ἔδονται ἐπὶ πλῆθος ἀδικιῶν σου ἐπληθύνθησαν αἱ ἁμαρτίαι σου ἐποίησαν ταῦτά σοι καὶ ἔσονται οἱ διαφοροῦντές σε εἰς διαφόρημα καὶ πάντας τοὺς προνομεύοντάς σε δώσω εἰς προνομήν -
Ez 26,5
LXX · N.ASF
ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης ὅτι ἐγὼ λελάληκα λέγει κύριος καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν -
Ez 29,19
LXX · N.ASF
τάδε λέγει κύριος κύριος ἰδοὺ δίδωμι τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ -
Ez 30,24
LXX · N.ASF
καὶ κατισχύσω τοὺς βραχίονας βασιλέως Βαβυλῶνος καὶ δώσω τὴν ῥομφαίαν μου εἰς τὴν χεῖρα αὐτοῦ καὶ ἐπάξει αὐτὴν ἐπ᾿ Αἴγυπτον καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς -
Ez 34,8
LXX · N.ASF
ζῶ ἐγώ λέγει κύριος κύριος εἰ μὴν ἀντὶ τοῦ γενέσθαι τὰ πρόβατά μου εἰς προνομὴν καὶ γενέσθαι τὰ πρόβατά μου εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ πεδίου παρὰ τὸ μὴ εἶναι ποιμένας καὶ οὐκ ἐξεζήτησαν οἱ ποιμένες τὰ πρόβατά μου καὶ ἐβόσκησαν οἱ ποιμένες ἑαυτούς τὰ δὲ πρόβατά μου οὐκ ἐβόσκησαν -
Ez 34,22
LXX · N.ASF
καὶ σώσω τὰ πρόβατά μου καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν -
Ez 34,28
LXX · N.DSF
καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσιν καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς καὶ κατοικήσουσιν ἐν ἐλπίδι καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς -
Ez 36,4
LXX · N.ASF
διὰ τοῦτο ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ τοῖς χειμάρροις καὶ τοῖς ἐξηρημωμένοις καὶ ἠφανισμένοις καὶ ταῖς πόλεσιν ταῖς ἐγκαταλελειμμέναις αἳ ἐγένοντο εἰς προνομὴν καὶ εἰς καταπάτημα τοῖς καταλειφθεῖσιν ἔθνεσιν περικύκλῳ -
Ez 36,5
LXX · N.DSF
διὰ τοῦτο τάδε λέγει κύριος κύριος εἰ μὴν ἐν πυρὶ θυμοῦ μου ἐλάλησα ἐπὶ τὰ λοιπὰ ἔθνη καὶ ἐπὶ τὴν Ιδουμαίαν πᾶσαν ὅτι ἔδωκαν τὴν γῆν μου ἑαυτοῖς εἰς κατάσχεσιν μετ᾿ εὐφροσύνης ἀτιμάσαντες ψυχὰς τοῦ ἀφανίσαι ἐν προνομῇ -
Ez 38,12
LXX · N.ASF
προνομεῦσαι προνομὴν καὶ σκυλεῦσαι σκῦλα αὐτῶν τοῦ ἐπιστρέψαι χεῖρά σου εἰς τὴν ἠρημωμένην ἣ κατῳκίσθη καὶ ἐπ᾿ ἔθνος συνηγμένον ἀπὸ ἐθνῶν πολλῶν πεποιηκότας κτήσεις κατοικοῦντας ἐπὶ τὸν ὀμφαλὸν τῆς γῆς -
Ez 38,13
LXX · N.ASF
Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πᾶσαι αἱ κῶμαι αὐτῶν ἐροῦσίν σοι εἰς προνομὴν τοῦ προνομεῦσαι σὺ ἔρχῃ καὶ σκυλεῦσαι σκῦλα συνήγαγες συναγωγήν σου λαβεῖν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτῆσιν τοῦ σκυλεῦσαι σκῦλα -
Dn 11,24
LXX · N.ASF
ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηθήσεται καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην -
Dn 11,33
LXX · N.DSF
καὶ ἐννοούμενοι τοῦ ἔθνους συνήσουσιν εἰς πολλούς καὶ προσκόψουσι ῥομφαίᾳ καὶ παλαιωθήσονται ἐν αὐτῇ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν προνομῇ ἡμερῶν κηλιδωθήσονται
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)