G8898 — 34 wystąpień
G8898 · προκαταλαμβάνω (prokatalambanō) · be first to take — 1. to seize beforehand, preoccupy , (Thucydides), etc.:—;Pass. to be preoccupied , (Thucydides) ; 2. metaphorically to anticipate, frustrate , (Thucydides):—;of persons, to anticipate or surprise them, (Thucydides) ; 3. to overpower before… [STEPBible CC BY]
Sdz 62 Sm 31 Krl 32 Krl 11 Krn 22 Krn 4Jdt 51 Mch 72 Mch 1Ps 2
-
Sdz 1,12
LXX · V.AMS3S
καὶ εἶπεν Χαλεβ ὃς ἐὰν πατάξῃ τὴν πόλιν τῶν γραμμάτων καὶ προκαταλάβηται αὐτήν δώσω αὐτῷ τὴν Ασχα θυγατέρα μου εἰς γυναῖκα -
Sdz 1,13
LXX · V.AMI3S
καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφοῦ Χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ Χαλεβ τὴν Ασχα θυγατέρα αὐτοῦ εἰς γυναῖκα -
Sdz 3,28
LXX · V.AMI3P
καὶ εἶπεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν Μωαβ ἐν χειρὶ ἡμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ιορδάνου τῆς Μωαβ καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι -
Sdz 7,24
LXX · V.AMI3P
καὶ ἀγγέλους ἀπέστειλεν Γεδεων ἐν παντὶ ὄρει Εφραιμ λέγων κατάβητε εἰς συνάντησιν Μαδιαμ καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην καὶ ἐβόησεν πᾶς ἀνὴρ Εφραιμ καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρα καὶ τὸν Ιορδάνην -
Sdz 12,5
LXX · V.AMI3S
καὶ προκατελάβετο Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ Εφραθίτης εἶ καὶ εἶπεν οὔ -
Sdz 20,39
LXX · V.AMI3S
καὶ εἶδον οἱ υἱοὶ Ισραηλ ὅτι προκατελάβετο τὸ ἔνεδρον τὴν Γαβαα καὶ ἔστησαν ἐν τῇ παρατάξει καὶ Βενιαμιν ἤρξατο πατάσσειν τραυματίας ἐν ἀνδράσιν Ισραηλ ὡς τριάκοντα ἄνδρας ὅτι εἶπαν πάλιν πτώσει πίπτουσιν ἐνώπιον ἡμῶν ὡς ἡ παράταξις ἡ πρώτη -
2 Sm 8,4
LXX · V.AMI3S
καὶ προκατελάβετο Δαυιδ τῶν αὐτοῦ χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα -
2 Sm 12,28
LXX · V.AMD2S
καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ᾿ αὐτήν -
2 Sm 12,28
LXX · V.AMS1S
καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ᾿ αὐτήν -
1 Krl 5,14
LXX · V.AMI3S
καὶ παρεγίνοντο πάντες οἱ λαοὶ ἀκοῦσαι τῆς σοφίας Σαλωμων καὶ ἐλάμβανεν δῶρα παρὰ πάντων τῶν βασιλέων τῆς γῆς ὅσοι ἤκουον τῆς σοφίας αὐτοῦ καὶ ἔλαβεν Σαλωμων τὴν θυγατέρα Φαραω ἑαυτῷ εἰς γυναῖκα καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ καὶ τὸ τεῖχος Ιερουσαλημ τότε ἀνέβη Φαραω βασιλεὺς Αἰγύπτου καὶ προκατελάβετο τὴν Γαζερ καὶ ἐνεπύρισεν αὐτὴν καὶ τὸν Χανανίτην τὸν κατοικοῦντα ἐν Μεργαβ καὶ ἔδωκεν αὐτὰς Φαραω ἀποστολὰς θυγατρὶ αὐτοῦ γυναικὶ Σαλωμων καὶ Σαλωμων ᾠκοδόμησεν τὴν Γαζερ -
1 Krl 11,14
LXX · V.AMI3S
καὶ ἤγειρεν κύριος σαταν τῷ Σαλωμων τὸν Αδερ τὸν Ιδουμαῖον καὶ τὸν Εσρωμ υἱὸν Ελιαδαε τὸν ἐν Ραεμμαθ Αδραζαρ βασιλέα Σουβα κύριον αὐτοῦ καὶ συνηθροίσθησαν ἐπ᾿ αὐτὸν ἄνδρες καὶ ἦν ἄρχων συστρέμματος καὶ προκατελάβετο τὴν Δαμασεκ καὶ ἦσαν σαταν τῷ Ισραηλ πάσας τὰς ἡμέρας Σαλωμων καὶ Αδερ ὁ Ιδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ιδουμαίᾳ -
1 Krl 16,18
LXX · V.YPI3S
καὶ ἐγενήθη ὡς εἶδεν Ζαμβρι ὅτι προκατείλημπται αὐτοῦ ἡ πόλις καὶ εἰσπορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως καὶ ἐνεπύρισεν ἐπ᾿ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως ἐν πυρὶ καὶ ἀπέθανεν -
2 Krl 12,18
LXX · V.AMI3S
τότε ἀνέβη Αζαηλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γεθ καὶ προκατελάβετο αὐτήν καὶ ἔταξεν Αζαηλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ιερουσαλημ -
1 Krn 11,5
LXX · V.AMI3S
εἶπαν δὲ οἱ κατοικοῦντες Ιεβους τῷ Δαυιδ οὐκ εἰσελεύσῃ ὧδε καὶ προκατελάβετο τὴν περιοχὴν Σιων αὕτη ἡ πόλις Δαυιδ -
1 Krn 18,4
LXX · V.AMI3S
καὶ προκατελάβετο Δαυιδ αὐτῶν χίλια ἅρματα καὶ ἑπτὰ χιλιάδας ἵππων καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν καὶ παρέλυσεν Δαυιδ πάντα τὰ ἅρματα καὶ ὑπελίπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα -
2 Krn 13,19
LXX · V.AMI3S
καὶ κατεδίωξεν Αβια ὀπίσω Ιεροβοαμ καὶ προκατελάβετο παρ᾿ αὐτοῦ πόλεις τὴν Βαιθηλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ισανα καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Εφρων καὶ τὰς κώμας αὐτῆς -
2 Krn 17,2
LXX · V.AMI3S
καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ -
2 Krn 32,1
LXX · V.AMN
καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηριμ βασιλεὺς Ἀσσυρίων καὶ ἦλθεν ἐπὶ Ιουδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς -
2 Krn 32,18
LXX · V.AMS3P
καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν -
Jdt 2,10
LXX · V.FMI2S
σὺ δὲ ἐξελθὼν προκαταλήμψῃ μοι πᾶν ὅριον αὐτῶν καὶ ἐκδώσουσίν σοι ἑαυτούς καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν -
Jdt 4,5
LXX · V.AMI3P
καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐτείχισαν τὰς ἐν αὐτοῖς κώμας καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα -
Jdt 7,1
LXX · V.PMN
τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ -
Jdt 7,7
LXX · V.AMI3S
καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ -
Jdt 7,17
LXX · V.AMI3P
καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ᾿ αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ -
1 Mch 5,8
LXX · V.AMI3S
καὶ προκατελάβετο τὴν Ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν Ιουδαίαν -
1 Mch 5,11
LXX · V.AMN
καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν καὶ Τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν -
1 Mch 5,36
LXX · V.AMI3S
ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν Χασφω Μακεδ καὶ Βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς Γαλααδίτιδος -
1 Mch 5,44
LXX · V.AMI3P
καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ καὶ ἐτροπώθη Καρναιν καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον Ιουδου -
1 Mch 6,27
LXX · V.AAS3S
καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν -
1 Mch 9,2
LXX · V.AMI3P
καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Γαλγαλα καὶ παρενέβαλον ἐπὶ Μαισαλωθ τὴν ἐν Αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς -
1 Mch 12,33
LXX · V.AMI3S
καὶ Σιμων ἐξῆλθεν καὶ διώδευσεν ἕως Ἀσκαλῶνος καὶ τὰ πλησίον ὀχυρώματα καὶ ἐξέκλινεν εἰς Ιοππην καὶ προκατελάβετο αὐτήν -
2 Mch 10,36
LXX · V.AMI3P
ἕτεροι δὲ ὁμοίως προσαναβάντες ἐν τῷ περισπασμῷ πρὸς τοὺς ἔνδον ἐνεπίμπρων τοὺς πύργους καὶ πυρὰς ἀνάπτοντες ζῶντας τοὺς βλασφήμους κατέκαιον οἱ δὲ τὰς πύλας διέκοπτον εἰσδεξάμενοι δὲ τὴν λοιπὴν τάξιν προκατελάβοντο τὴν πόλιν -
Ps 77,5
LXX · V.AMI3P
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα -
Ps 79,8
LXX · V.AAD3P
μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου ὅτι ἐπτωχεύσαμεν σφόδρα
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)