G8812 — 28 wystąpień
G8812 · πλημμελέω (plēmmeleō) · to offend — to make a false note in music : metaphorically to go wrong, offend, err , τι in a thing, (Euripides), etc.; εἴς τινα (Aeschines Orator):—;Pass., πλημμελεῖσθαι ὑπό τινος to be ill-treated by one, (Plato Philosophus) (ML) [STEPBible CC BY]
Kpł 8Lb 2Joz 5Sdz 1Ps 3Syr 6Jr 2Dn 1
-
Kpł 4,13
LXX · V.AAS3P
ἐὰν δὲ πᾶσα συναγωγὴ Ισραηλ ἀγνοήσῃ ἀκουσίως καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσωσιν -
Kpł 4,22
LXX · V.AAS3S
ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται ἀκουσίως καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ -
Kpł 5,6
LXX · V.AAI3S
καὶ οἴσει περὶ ὧν ἐπλημμέλησεν κυρίῳ περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτεν θῆλυ ἀπὸ τῶν προβάτων ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία -
Kpł 5,15
LXX · V.AAI3S
ψυχὴ ἐὰν λάθῃ αὐτὸν λήθη καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου καὶ οἴσει τῆς πλημμελείας αὐτοῦ τῷ κυρίῳ κριὸν ἄμωμον ἐκ τῶν προβάτων τιμῆς ἀργυρίου σίκλων τῷ σίκλῳ τῶν ἁγίων περὶ οὗ ἐπλημμέλησεν -
Kpł 5,19
LXX · V.AAI3S
ἐπλημμέλησεν γὰρ πλημμέλησιν ἔναντι κυρίου -
Kpł 5,25
LXX · V.AAI3S
καὶ τῆς πλημμελείας αὐτοῦ οἴσει τῷ κυρίῳ κριὸν ἀπὸ τῶν προβάτων ἄμωμον τιμῆς εἰς ὃ ἐπλημμέλησεν αὐτῷ -
Kpł 5,26
LXX · V.AAI3S
καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ἀφεθήσεται αὐτῷ περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐποίησεν καὶ ἐπλημμέλησεν αὐτῷ -
Kpł 14,21
LXX · V.AAI3S
ἐὰν δὲ πένηται καὶ ἡ χεὶρ αὐτοῦ μὴ εὑρίσκῃ λήμψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ κοτύλην ἐλαίου μίαν -
Lb 5,6
LXX · V.AAS3S
λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήσῃ ἀπὸ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη -
Lb 5,7
LXX · V.AAI3S
ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ᾿ αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ -
Joz 7,1
LXX · V.AAI3P
καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ -
Joz 22,16
LXX · V.AAI2P
τάδε λέγει πᾶσα ἡ συναγωγὴ κυρίου τίς ἡ πλημμέλεια αὕτη ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ θεοῦ Ισραηλ ἀποστραφῆναι σήμερον ἀπὸ κυρίου οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ κυρίου -
Joz 22,20
LXX · V.AAI3S
οὐκ ἰδοὺ Αχαρ ὁ τοῦ Ζαρα πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ισραηλ ἐγενήθη ὀργή καὶ οὗτος εἷς μόνος ἦν μὴ μόνος οὗτος ἀπέθανεν τῇ ἑαυτοῦ ἁμαρτίᾳ -
Joz 22,22
LXX · V.AAI1P
ὁ θεὸς θεός ἐστιν κύριος καὶ ὁ θεὸς θεὸς κύριος αὐτὸς οἶδεν καὶ Ισραηλ αὐτὸς γνώσεται εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ κυρίου μὴ ῥύσαιτο ἡμᾶς ἐν ταύτῃ -
Joz 22,31
LXX · V.AAI2P
καὶ εἶπεν Φινεες ὁ ἱερεὺς τοῖς υἱοῖς Ρουβην καὶ τοῖς υἱοῖς Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση σήμερον ἐγνώκαμεν ὅτι μεθ᾿ ἡμῶν κύριος διότι οὐκ ἐπλημμελήσατε ἐναντίον κυρίου πλημμέλειαν καὶ ὅτι ἐρρύσασθε τοὺς υἱοὺς Ισραηλ ἐκ χειρὸς κυρίου -
Sdz 21,22
LXX · V.AAD2P
καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς καὶ ἐροῦμεν αὐτοῖς ἔλεος ποιήσατε ἡμῖν αὐτάς ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς ὡς καιρὸς πλημμελήσατε -
Ps 34,22
LXX · V.FAI3P
θάνατος ἁμαρτωλῶν πονηρός καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσιν -
Ps 34,23
LXX · V.AAS3P
λυτρώσεται κύριος ψυχὰς δούλων αὐτοῦ καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ᾿ αὐτόν -
Ps 119,67
LXX · V.AAI1S
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα -
Syr 9,13
LXX · V.AAS2S
μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἔχει ἐξουσίαν τοῦ φονεύειν καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου κἂν προσέλθῃς μὴ πλημμελήσῃς ἵνα μὴ ἀφέληται τὴν ζωήν σου ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς -
Syr 19,4
LXX · V.FAI3S
ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει -
Syr 23,11
LXX · V.AAS3S
ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιξ ἐὰν πλημμελήσῃ ἁμαρτία αὐτοῦ ἐπ᾿ αὐτῷ κἂν ὑπερίδῃ ἥμαρτεν δισσῶς καὶ εἰ διὰ κενῆς ὤμοσεν οὐ δικαιωθήσεται πλησθήσεται γὰρ ἐπαγωγῶν ὁ οἶκος αὐτοῦ -
Syr 23,23
LXX · V.AAI3S
πρῶτον μὲν γὰρ ἐν νόμῳ ὑψίστου ἠπείθησεν καὶ δεύτερον εἰς ἄνδρα αὐτῆς ἐπλημμέλησεν καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη καὶ ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν -
Syr 26,11
LXX · V.AAS3S
ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ -
Syr 49,4
LXX · V.AAI3P
πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου πάντες πλημμέλειαν ἐπλημμέλησαν κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου οἱ βασιλεῖς Ιουδα ἐξέλιπον -
Jr 2,3
LXX · V.FAI3P
ἅγιος Ισραηλ τῷ κυρίῳ ἀρχὴ γενημάτων αὐτοῦ πάντες οἱ ἔσθοντες αὐτὸν πλημμελήσουσιν κακὰ ἥξει ἐπ᾿ αὐτούς φησὶν κύριος -
Jr 16,18
LXX · V.AAI3P
καὶ ἀνταποδώσω διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν ἐφ᾿ αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὐτῶν καὶ ἐν ταῖς ἀνομίαις αὐτῶν ἐν αἷς ἐπλημμέλησαν τὴν κληρονομίαν μου -
Dn 9,7
LXX · V.AAI3P
σοί κύριε ἡ δικαιοσύνη καὶ ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου κατὰ τὴν ἡμέραν ταύτην ἀνθρώποις Ιουδα καὶ καθημένοις ἐν Ιερουσαλημ καὶ παντὶ τῷ λαῷ Ισραηλ τῷ ἔγγιστα καὶ τῷ ἀπωτέρω ἐν πάσαις ταῖς χώραις εἰς ἃς διεσκόρπισας αὐτοὺς ἐκεῖ ἐν τῇ πλημμελείᾳ ᾗ ἐπλημμέλησαν ἐναντίον σου
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)