G868 — 217 wystąpień
G868 · ἀφίστημι (aphistēmi) · to leave — ἀφ-ίστημι ; [in LXX for סוּר, מָעַל, etc. (41 words in all) ;] ; __1. trans. in pres., impf., fut., 1 aor., to put away, lead away; metaphorically, to move to revolt : Act.5:37. ; __2. Intrans. in pf., plpf., 2 aor., to stand off, depart from… [STEPBible CC BY]
Rdz 6Wj 1Kpł 1Lb 7Pwt 6Joz 7Sdz 31 Sm 82 Sm 81 Krl 22 Krl 231 Krn 22 Krn 19Ne 1Tb 2Jdt 3Est 11 Mch 52 Mch 3Hi 6Ps 13Prz 1Koh 1Mdr 2Syr 26Iz 10Jr 10Lm 4Ba 1Ez 8Dn 13Łk 4Dz 62 Kor 11 Tm 12 Tm 1Hbr 1
-
Rdz 12,8
LXX · V.AAI3S
καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατ᾿ ἀνατολὰς Βαιθηλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ Βαιθηλ κατὰ θάλασσαν καὶ Αγγαι κατ᾿ ἀνατολάς καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι κυρίου -
Rdz 14,4
LXX · V.AAI3P
δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολλογομορ τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν -
Rdz 19,9
LXX · V.AAD2S
εἶπαν δέ ἀπόστα ἐκεῖ εἷς ἦλθες παροικεῖν μὴ καὶ κρίσιν κρίνειν νῦν οὖν σὲ κακώσομεν μᾶλλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λωτ σφόδρα καὶ ἤγγισαν συντρῖψαι τὴν θύραν -
Rdz 30,36
LXX · V.AAI3S
καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα -
Rdz 31,40
LXX · V.IMI3S
ἐγινόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ παγετῷ τῆς νυκτός καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου -
Rdz 31,49
LXX · V.FMI1P
καὶ ἡ ὅρασις ἣν εἶπεν ἐπίδοι ὁ θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ὅτι ἀποστησόμεθα ἕτερος ἀπὸ τοῦ ἑτέρου -
Wj 23,7
LXX · V.FMI2S
ἀπὸ παντὸς ῥήματος ἀδίκου ἀποστήσῃ ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων -
Kpł 13,58
LXX · V.FMI3S
καὶ τὸ ἱμάτιον ἢ ὁ στήμων ἢ ἡ κρόκη ἢ πᾶν σκεῦος δερμάτινον ὃ πλυθήσεται καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ ἡ ἁφή καὶ πλυθήσεται τὸ δεύτερον καὶ καθαρὸν ἔσται -
Lb 8,25
LXX · V.FMI3S
καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας καὶ οὐκ ἐργᾶται ἔτι -
Lb 12,10
LXX · V.AAI3S
καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ Μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν Ααρων ἐπὶ Μαριαμ καὶ ἰδοὺ λεπρῶσα -
Lb 14,9
LXX · V.XAI3S
ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς ὅτι κατάβρωμα ἡμῖν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ᾿ αὐτῶν ὁ δὲ κύριος ἐν ἡμῖν μὴ φοβηθῆτε αὐτούς -
Lb 14,31
LXX · V.AAI2P
καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γῆν καὶ κληρονομήσουσιν τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ᾿ αὐτῆς -
Lb 16,27
LXX · V.AAI3P
καὶ ἀπέστησαν ἀπὸ τῆς σκηνῆς Κορε κύκλῳ καὶ Δαθαν καὶ Αβιρων ἐξῆλθον καὶ εἱστήκεισαν παρὰ τὰς θύρας τῶν σκηνῶν αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ ἡ ἀποσκευὴ αὐτῶν -
Lb 31,16
LXX · V.AAN
αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ισραηλ κατὰ τὸ ῥῆμα Βαλααμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα κυρίου ἕνεκεν Φογωρ καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ κυρίου -
Lb 32,9
LXX · V.AAI3P
καὶ ἀνέβησαν Φάραγγα βότρυος καὶ κατενόησαν τὴν γῆν καὶ ἀπέστησαν τὴν καρδίαν τῶν υἱῶν Ισραηλ ὅπως μὴ εἰσέλθωσιν εἰς τὴν γῆν ἣν ἔδωκεν κύριος αὐτοῖς -
Pwt 1,28
LXX · V.AAI3P
ποῦ ἡμεῖς ἀναβαίνομεν οἱ ἀδελφοὶ ὑμῶν ἀπέστησαν ὑμῶν τὴν καρδίαν λέγοντες ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ἡμῶν καὶ πόλεις μεγάλαι καὶ τετειχισμέναι ἕως τοῦ οὐρανοῦ ἀλλὰ καὶ υἱοὺς γιγάντων ἑωράκαμεν ἐκεῖ -
Pwt 4,9
LXX · V.AAD3P
πρόσεχε σεαυτῷ καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ συμβιβάσεις τοὺς υἱούς σου καὶ τοὺς υἱοὺς τῶν υἱῶν σου -
Pwt 7,4
LXX · V.FAI3S
ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ᾿ ἐμοῦ καὶ λατρεύσει θεοῖς ἑτέροις καὶ ὀργισθήσεται θυμῷ κύριος εἰς ὑμᾶς καὶ ἐξολεθρεύσει σε τὸ τάχος -
Pwt 13,11
LXX · V.AAN
καὶ λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις καὶ ἀποθανεῖται ὅτι ἐζήτησεν ἀποστῆσαί σε ἀπὸ κυρίου τοῦ θεοῦ σου τοῦ ἐξαγαγόντος σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας -
Pwt 13,14
LXX · V.AAI3P
ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε -
Pwt 32,15
LXX · V.AAI3S
καὶ ἔφαγεν Ιακωβ καὶ ἐνεπλήσθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος ἐλιπάνθη ἐπαχύνθη ἐπλατύνθη καὶ ἐγκατέλιπεν θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ θεοῦ σωτῆρος αὐτοῦ -
Joz 1,8
LXX · V.FMI3S
καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις -
Joz 3,16
LXX · V.XAPNSN
καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω -
Joz 8,16
LXX · V.AAI3P
καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως -
Joz 22,18
LXX · V.AAS2P
καὶ ὑμεῖς ἀποστραφήσεσθε σήμερον ἀπὸ κυρίου καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ κυρίου καὶ αὔριον ἐπὶ πάντα Ισραηλ ἔσται ἡ ὀργή -
Joz 22,19
LXX · V.AAD2P
καὶ νῦν εἰ μικρὰ ὑμῖν ἡ γῆ τῆς κατασχέσεως ὑμῶν διάβητε εἰς τὴν γῆν τῆς κατασχέσεως κυρίου οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ κυρίου καὶ κατακληρονομήσατε ἐν ἡμῖν καὶ μὴ ἀποστάται ἀπὸ θεοῦ γενήθητε καὶ μὴ ἀπόστητε ἀπὸ κυρίου διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ ἡμῶν -
Joz 22,23
LXX · V.AAN
καὶ εἰ ᾠκοδομήσαμεν αὑτοῖς βωμὸν ὥστε ἀποστῆναι ἀπὸ κυρίου τοῦ θεοῦ ἡμῶν ὥστε ἀναβιβάσαι ἐπ᾿ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων ἢ ὥστε ποιῆσαι ἐπ᾿ αὐτοῦ θυσίαν σωτηρίου κύριος ἐκζητήσει -
Joz 22,29
LXX · V.AAN
μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ κυρίου ἐν ταῖς σήμερον ἡμέραις ἀποστῆναι ἀπὸ κυρίου ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασιν καὶ ταῖς θυσίαις σαλαμιν καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου πλὴν τοῦ θυσιαστηρίου κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ -
Sdz 16,17
LXX · V.FMI3S
καὶ ἀνήγγειλεν αὐτῇ τὴν πᾶσαν καρδίαν αὐτοῦ καὶ εἶπεν αὐτῇ σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου ὅτι ἅγιος θεοῦ ἐγώ εἰμι ἀπὸ κοιλίας μητρός μου ἐὰν οὖν ξυρήσωμαι ἀποστήσεται ἀπ᾿ ἐμοῦ ἡ ἰσχύς μου καὶ ἀσθενήσω καὶ ἔσομαι ὡς πάντες οἱ ἄνθρωποι -
Sdz 16,19
LXX · V.AAI3S
καὶ ἐκοίμισεν Δαλιδα τὸν Σαμψων ἐπὶ τὰ γόνατα αὐτῆς καὶ ἐκάλεσεν ἄνδρα καὶ ἐξύρησεν τὰς ἑπτὰ σειρὰς τῆς κεφαλῆς αὐτοῦ καὶ ἤρξατο ταπεινῶσαι αὐτόν καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ᾿ αὐτοῦ -
Sdz 16,20
LXX · V.AAI3S
καὶ εἶπεν Δαλιδα ἀλλόφυλοι ἐπὶ σέ Σαμψων καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ καὶ ἐκτιναχθήσομαι καὶ αὐτὸς οὐκ ἔγνω ὅτι ἀπέστη ὁ κύριος ἀπάνωθεν αὐτοῦ -
1 Sm 6,3
LXX · V.AAS3S
καὶ εἶπαν εἰ ἐξαπεστέλλετε ὑμεῖς τὴν κιβωτὸν διαθήκης κυρίου θεοῦ Ισραηλ μὴ δὴ ἐξαποστείλητε αὐτὴν κενήν ἀλλὰ ἀποδιδόντες ἀπόδοτε αὐτῇ τῆς βασάνου καὶ τότε ἰαθήσεσθε καὶ ἐξιλασθήσεται ὑμῖν μὴ οὐκ ἀποστῇ ἡ χεὶρ αὐτοῦ ἀφ᾿ ὑμῶν -
1 Sm 14,9
LXX · V.AAD2P
ἐὰν τάδε εἴπωσιν πρὸς ἡμᾶς ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς -
1 Sm 16,14
LXX · V.AAI3S
καὶ πνεῦμα κυρίου ἀπέστη ἀπὸ Σαουλ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ κυρίου -
1 Sm 16,23
LXX · V.IMI3S
καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαουλ καὶ ἐλάμβανεν Δαυιδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἀνέψυχεν Σαουλ καὶ ἀγαθὸν αὐτῷ καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν -
1 Sm 18,13
LXX · V.AAI3S
καὶ ἀπέστησεν αὐτὸν ἀπ᾿ αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἑαυτῷ χιλίαρχον καὶ ἐξεπορεύετο καὶ εἰσεπορεύετο ἔμπροσθεν τοῦ λαοῦ -
1 Sm 19,10
LXX · V.AAI3S
καὶ ἐζήτει Σαουλ πατάξαι τὸ δόρυ εἰς Δαυιδ καὶ ἀπέστη Δαυιδ ἐκ προσώπου Σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον καὶ Δαυιδ ἀνεχώρησεν καὶ διεσώθη -
1 Sm 28,15
LXX · V.XAI3S
καὶ εἶπεν Σαμουηλ ἵνα τί παρηνώχλησάς μοι ἀναβῆναί με καὶ εἶπεν Σαουλ θλίβομαι σφόδρα καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί καὶ ὁ θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέν μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω -
1 Sm 28,16
LXX · V.XAI3S
καὶ εἶπεν Σαμουηλ ἵνα τί ἐπερωτᾷς με καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου -
2 Sm 2,22
LXX · V.APD3S
καὶ προσέθετο ἔτι Αβεννηρ λέγων τῷ Ασαηλ ἀπόστηθι ἀπ᾿ ἐμοῦ ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ιωαβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς Ιωαβ τὸν ἀδελφόν σου -
2 Sm 2,23
LXX · V.AAN
καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν Αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο -
2 Sm 2,28
LXX · V.AAI3P
καὶ ἐσάλπισεν Ιωαβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν -
2 Sm 7,15
LXX · V.AAS1S
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ καθὼς ἀπέστησα ἀφ᾿ ὧν ἀπέστησα ἐκ προσώπου μου -
2 Sm 7,15
LXX · V.AAI1S
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ καθὼς ἀπέστησα ἀφ᾿ ὧν ἀπέστησα ἐκ προσώπου μου -
2 Sm 7,15
LXX · V.AAI1S
τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ᾿ αὐτοῦ καθὼς ἀπέστησα ἀφ᾿ ὧν ἀπέστησα ἐκ προσώπου μου -
2 Sm 12,10
LXX · V.FMI3S
καὶ νῦν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος ἀνθ᾿ ὧν ὅτι ἐξουδένωσάς με καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Ουριου τοῦ Χετταίου τοῦ εἶναί σοι εἰς γυναῖκα -
2 Sm 22,23
LXX · V.AAI1S
ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστην ἀπ᾿ αὐτῶν -
1 Krl 11,29
LXX · V.AAI3S
καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ -
1 Krl 21,24
LXX · V.AAD2S
καὶ τὸ ῥῆμα τοῦτο ποίησον ἀπόστησον τοὺς βασιλεῖς ἕκαστον εἰς τὸν τόπον αὐτῶν καὶ θοῦ ἀντ᾿ αὐτῶν σατράπας -
2 Krl 1,18
LXX · V.AAI3S
καὶ τὰ λοιπὰ τῶν λόγων Οχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ καὶ Ιωραμ υἱὸς Αχααβ βασιλεύει ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ιωσαφατ βασιλέως Ιουδα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς ἡ μήτηρ αὐτοῦ καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βααλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ ὃς ἐξήμαρτεν τὸν Ισραηλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον Αχααβ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)