G8627 — 57 wystąpień
G8627 · παράνομος (paranomos) · lawbreaker — 1. acting contrary to law, lawless , (Euripides) ; 2. of things, contrary to law, unlawful , (Aristophanes Comicus), etc.:—; adverb , παρανόμως, illegally , (Thucydides) ; 3. in attic law, παράνομα γράφειν, εἰπεῖν to propose an illegal mea… [STEPBible CC BY]
Pwt 1Sdz 22 Sm 31 Krl 22 Krn 11 Mch 42 Mch 5Hi 3Ps 8Prz 25Mdr 1Dn 2
-
Pwt 13,14
LXX · A.NPM
ἐξήλθοσαν ἄνδρες παράνομοι ἐξ ὑμῶν καὶ ἀπέστησαν πάντας τοὺς κατοικοῦντας τὴν πόλιν αὐτῶν λέγοντες πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις οὓς οὐκ ᾔδειτε -
Sdz 19,22
LXX · A.GPM
αὐτοὶ δ᾿ ἀγαθύνοντες καρδίαν αὐτῶν καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν κρούοντες ἐπὶ τὴν θύραν καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην λέγοντες ἐξένεγκε τὸν ἄνδρα ὃς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου ἵνα γνῶμεν αὐτόν -
Sdz 20,13
LXX · A.GPM
καὶ νῦν δότε τοὺς ἄνδρας υἱοὺς παρανόμων τοὺς ἐν Γαβαα καὶ θανατώσομεν αὐτοὺς καὶ ἐκκαθαριοῦμεν πονηρίαν ἀπὸ Ισραηλ καὶ οὐκ εὐδόκησαν οἱ υἱοὶ Βενιαμιν ἀκοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν υἱῶν Ισραηλ -
2 Sm 16,7
LXX · A.NSM
καὶ οὕτως ἔλεγεν Σεμεϊ ἐν τῷ καταρᾶσθαι αὐτόν ἔξελθε ἔξελθε ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος -
2 Sm 20,1
LXX · A.NSM
καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεε υἱὸς Βοχορι ἀνὴρ ὁ Ιεμενι καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυιδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ιεσσαι ἀνὴρ εἰς τὰ σκηνώματά σου Ισραηλ -
2 Sm 23,5
LXX · A.NSM
οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ διαθήκην γὰρ αἰώνιον ἔθετό μοι ἑτοίμην ἐν παντὶ καιρῷ πεφυλαγμένην ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος -
1 Krl 20,10
LXX · A.GPM
καὶ ἐγκαθίσατε δύο ἄνδρας υἱοὺς παρανόμων ἐξ ἐναντίας αὐτοῦ καὶ καταμαρτυρησάτωσαν αὐτοῦ λέγοντες ηὐλόγησεν θεὸν καὶ βασιλέα καὶ ἐξαγαγέτωσαν αὐτὸν καὶ λιθοβολησάτωσαν αὐτόν καὶ ἀποθανέτω -
1 Krl 20,13
LXX · A.GPM
καὶ ἦλθον δύο ἄνδρες υἱοὶ παρανόμων καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες ηὐλόγηκας θεὸν καὶ βασιλέα καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις καὶ ἀπέθανεν -
2 Krn 13,7
LXX · A.NPM
καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ Ροβοαμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ -
1 Mch 1,11
LXX · A.NPM
ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθον ἐξ Ισραηλ υἱοὶ παράνομοι καὶ ἀνέπεισαν πολλοὺς λέγοντες πορευθῶμεν καὶ διαθώμεθα διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν ὅτι ἀφ᾿ ἧς ἐχωρίσθημεν ἀπ᾿ αὐτῶν εὗρεν ἡμᾶς κακὰ πολλά -
1 Mch 1,34
LXX · A.APM
καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν ἄνδρας παρανόμους καὶ ἐνίσχυσαν ἐν αὐτῇ -
1 Mch 10,61
LXX · A.NPM
καὶ ἐπισυνήχθησαν ἐπ᾿ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ισραηλ ἄνδρες παράνομοι ἐντυχεῖν κατ᾿ αὐτοῦ καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς -
1 Mch 11,21
LXX · A.NPM
καὶ ἐπορεύθησάν τινες μισοῦντες τὸ ἔθνος αὐτῶν ἄνδρες παράνομοι πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλαν αὐτῷ ὅτι Ιωναθαν περικάθηται τὴν ἄκραν -
2 Mch 4,11
LXX · A.APM
καὶ τὰ κείμενα τοῖς Ιουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐθισμοὺς ἐκαίνιζεν -
2 Mch 4,14
LXX · A.GSF
ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς ἀλλὰ τοῦ μὲν νεὼ καταφρονοῦντες καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν -
2 Mch 6,21
LXX · A.DSM
οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαβόντες αὐτὸν κατ᾿ ἰδίαν παρεκάλουν ἐνέγκαντα κρέα οἷς καθῆκον αὐτῷ χρᾶσθαι δι᾿ αὐτοῦ παρασκευασθέντα ὑποκριθῆναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως προστεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν -
2 Mch 8,4
LXX · A.GSM
μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν καὶ μισοπονηρῆσαι -
2 Mch 13,7
LXX · A.ASM
τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν μηδὲ τῆς γῆς τυχόντα Μενέλαον -
Hi 17,8
LXX · A.DSM
θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη -
Hi 20,5
LXX · A.GPM
εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον χαρμονὴ δὲ παρανόμων ἀπώλεια -
Hi 27,7
LXX · A.GPM
οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν καὶ οἱ ἐπ᾿ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων -
Ps 5,6
LXX · A.NPM
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν -
Ps 36,2
LXX · A.NSM
φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ -
Ps 37,38
LXX · A.NPM
οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται -
Ps 41,9
LXX · A.ASM
λόγον παράνομον κατέθεντο κατ᾿ ἐμοῦ μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι -
Ps 86,14
LXX · A.NPM
ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ᾿ ἐμέ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν -
Ps 101,3
LXX · A.ASN
οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον ποιοῦντας παραβάσεις ἐμίσησα -
Ps 119,85
LXX · A.NPM
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου κύριε -
Ps 119,113
LXX · A.APM
ιε᾿ σαμχ παρανόμους ἐμίσησα καὶ τὸν νόμον σου ἠγάπησα -
Prz 1,18
LXX · A.GPM
αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή -
Prz 2,22
LXX · A.NPM
ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς -
Prz 3,32
LXX · A.NSM
ἀκάθαρτος γὰρ ἔναντι κυρίου πᾶς παράνομος ἐν δὲ δικαίοις οὐ συνεδριάζει -
Prz 4,14
LXX · A.GPM
ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων -
Prz 4,17
LXX · A.DSM
οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας οἴνῳ δὲ παρανόμῳ μεθύσκονται -
Prz 6,12
LXX · A.NSM
ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς -
Prz 10,5
LXX · A.NSM
διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος -
Prz 11,6
LXX · A.NPM
δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι -
Prz 11,30
LXX · A.GPM
ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων -
Prz 12,2
LXX · A.NSM
κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται -
Prz 13,2
LXX · A.GPM
ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι -
Prz 14,9
LXX · A.GPM
οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν οἰκίαι δὲ δικαίων δεκταί -
Prz 16,29
LXX · A.NSM
ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς -
Prz 17,4
LXX · A.GPM
κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν -
Prz 19,11
LXX · A.DPM
ἐλεήμων ἀνὴρ μακροθυμεῖ τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις -
Prz 21,24
LXX · A.NSM
θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλεῖται ὃς δὲ μνησικακεῖ παράνομος -
Prz 22,12
LXX · A.NSM
οἱ δὲ ὀφθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν φαυλίζει δὲ λόγους παράνομος -
Prz 22,14
LXX · A.GSM
βόθρος βαθὺς στόμα παρανόμου ὁ δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ᾿ αὐτῶν ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς -
Prz 23,28
LXX · A.NSM
οὗτος γὰρ συντόμως ἀπολεῖται καὶ πᾶς παράνομος ἀναλωθήσεται -
Prz 32,19
LXX · A.GSM
ὀδοὺς κακοῦ καὶ ποὺς παρανόμου ὀλεῖται ἐν ἡμέρᾳ κακῇ -
Prz 33,3
LXX · A.DSN
ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ οὕτως ῥάβδος ἔθνει παρανόμῳ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)