G8575 — 61 wystąpień
G8575 · ὀχυρός (ochuros) · fortified — 1. like ἐχυρός, firm, lasting, stout , (Hesiod) ; 2. of places, strong, secure , (Euripides): especially of a stronghold or position, strong, tenable , (Xenophon Historicus) ; 3. adverb -ρῶς, (Euripides) (ML) [STEPBible CC BY]
Wj 1Lb 2Pwt 2Joz 22 Sm 12 Krl 62 Krn 91 Mch 92 Mch 5Ps 1Prz 4Syr 1Iz 8Jr 6Ez 1Dn 1Mi 1So 1
-
Wj 1,11
LXX · A.APF
καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων ἥ ἐστιν Ἡλίου πόλις -
Lb 13,28
LXX · A.NPF
ἀλλ᾿ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾿ αὐτῆς καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα καὶ τὴν γενεὰν Εναχ ἑωράκαμεν ἐκεῖ -
Lb 32,36
LXX · A.APF
καὶ τὴν Ναμβραν καὶ τὴν Βαιθαραν πόλεις ὀχυρὰς καὶ ἐπαύλεις προβάτων -
Pwt 3,5
LXX · A.NPF
πᾶσαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα -
Pwt 28,52
LXX · A.NPN
καὶ ἐκτρίψῃ σε ἐν πάσαις ταῖς πόλεσίν σου ἕως ἂν καθαιρεθῶσιν τὰ τείχη σου τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς ἐν πάσῃ τῇ γῇ σου καὶ θλίψει σε ἐν πάσαις ταῖς πόλεσίν σου αἷς ἔδωκέν σοι κύριος ὁ θεός σου -
Joz 10,20
LXX · A.APF
καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς -
Joz 14,12
LXX · A.NPF
καὶ νῦν αἰτοῦμαί σε τὸ ὄρος τοῦτο καθὰ εἶπεν κύριος τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι σὺ ἀκήκοας τὸ ῥῆμα τοῦτο τῇ ἡμέρᾳ ἐκείνῃ νυνὶ δὲ οἱ Ενακιμ ἐκεῖ εἰσιν πόλεις ὀχυραὶ καὶ μεγάλαι ἐὰν οὖν κύριος μετ᾿ ἐμοῦ ᾖ ἐξολεθρεύσω αὐτούς ὃν τρόπον εἶπέν μοι κύριος -
2 Sm 20,6
LXX · A.APF
καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν -
2 Krl 3,19
LXX · A.ASF
καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις -
2 Krl 10,2
LXX · A.NPF
καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς μεθ᾿ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν καὶ μεθ᾿ ὑμῶν τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα -
2 Krl 17,9
LXX · A.GSF
καὶ ὅσοι ἠμφιέσαντο οἱ υἱοὶ Ισραηλ λόγους οὐχ οὕτως κατὰ κυρίου θεοῦ αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς ὑψηλὰ ἐν πάσαις ταῖς πόλεσιν αὐτῶν ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς -
2 Krl 18,8
LXX · A.GSF
αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς -
2 Krl 18,13
LXX · A.APF
καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς -
2 Krl 19,25
LXX · A.APF
ἔπλασα αὐτήν νῦν ἤγαγον αὐτήν καὶ ἐγενήθη εἰς ἐπάρσεις ἀποικεσιῶν μαχίμων πόλεις ὀχυράς -
2 Krn 8,4
LXX · A.APF
καὶ ᾠκοδόμησεν τὴν Θεδμορ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ᾠκοδόμησεν ἐν Ημαθ -
2 Krn 8,5
LXX · A.APF
καὶ ᾠκοδόμησεν τὴν Βαιθωρων τὴν ἄνω καὶ τὴν Βαιθωρων τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί -
2 Krn 8,6
LXX · A.APF
καὶ τὴν Βααλαθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἦσαν τῷ Σαλωμων καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμων κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ιερουσαλημ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ -
2 Krn 11,23
LXX · A.DPF
καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ιουδα καὶ Βενιαμιν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν -
2 Krn 12,4
LXX · A.GPM
καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν αἳ ἦσαν ἐν Ιουδα καὶ ἦλθεν εἰς Ιερουσαλημ -
2 Krn 17,2
LXX · A.DPF
καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν Εφραιμ ἃς προκατελάβετο Ασα ὁ πατὴρ αὐτοῦ -
2 Krn 17,12
LXX · A.APF
καὶ ἦν Ιωσαφατ πορευόμενος μείζων ἕως εἰς ὕψος καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ιουδαίᾳ καὶ πόλεις ὀχυράς -
2 Krn 17,19
LXX · A.DPF
οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ιουδαίᾳ -
2 Krn 19,5
LXX · A.DPF
καὶ κατέστησεν κριτὰς ἐν πάσαις ταῖς πόλεσιν Ιουδα ταῖς ὀχυραῖς ἐν πόλει καὶ πόλει -
1 Mch 1,19
LXX · A.APF
καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου -
1 Mch 1,33
LXX · A.DSN
καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλῳ καὶ ὀχυρῷ πύργοις ὀχυροῖς καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν -
1 Mch 1,33
LXX · A.DPM
καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυιδ τείχει μεγάλῳ καὶ ὀχυρῷ πύργοις ὀχυροῖς καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν -
1 Mch 4,60
LXX · A.APM
καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιων κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ὀχυρούς μήποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά ὡς ἐποίησαν τὸ πρότερον -
1 Mch 5,26
LXX · A.NPF
καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς Βοσορρα καὶ Βοσορ ἐν Αλεμοις Χασφω Μακεδ καὶ Καρναιν πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι -
1 Mch 5,46
LXX · A.APN
καὶ ἦλθον ἕως Εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα οὐκ ἦν ἐκκλῖναι ἀπ᾿ αὐτῆς δεξιὰν ἢ ἀριστεράν ἀλλ᾿ ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι -
1 Mch 6,37
LXX · A.NPM
καὶ πύργοι ξύλινοι ἐπ᾿ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ᾿ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ᾿ αὐτοῦ μηχαναῖς καὶ ἐφ᾿ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ᾿ αὐτοῖς καὶ ὁ Ἰνδὸς αὐτοῦ -
1 Mch 6,57
LXX · A.NSM
καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ᾿ ἡμέραν καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας -
1 Mch 9,50
LXX · A.APF
καὶ ἐπέστρεψεν εἰς Ιερουσαλημ καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ Ιουδαίᾳ τὸ ὀχύρωμα τὸ ἐν Ιεριχω καὶ τὴν Αμμαους καὶ τὴν Βαιθωρων καὶ τὴν Βαιθηλ καὶ τὴν Θαμναθα Φαραθων καὶ τὴν Τεφων ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς -
2 Mch 10,18
LXX · A.APM
συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας -
2 Mch 12,13
LXX · A.ASF
ἐπέβαλεν δὲ καὶ ἐπί τινα πόλιν γεφύραις ὀχυρὰν καὶ τείχεσιν περιπεφραγμένην καὶ παμμειγέσιν ἔθνεσιν κατοικουμένην ὄνομα δὲ Κασπιν -
2 Mch 12,18
LXX · A.ASF
καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον ἄπρακτον τότε ἀπὸ τῶν τόπων ἐκλελυκότα καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ καὶ μάλα ὀχυράν -
2 Mch 12,27
LXX · A.ASF
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον -
2 Mch 13,19
LXX · A.ASN
καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν ἐτροποῦτο προσέκρουεν ἠλαττονοῦτο -
Ps 71,3
LXX · A.ASM
γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ -
Prz 10,15
LXX · A.NSF
κτῆσις πλουσίων πόλις ὀχυρά συντριβὴ δὲ ἀσεβῶν πενία -
Prz 18,11
LXX · A.NSF
ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει -
Prz 18,19
LXX · A.NSF
ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον -
Prz 21,22
LXX · A.APF
πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθεῖλεν τὸ ὀχύρωμα ἐφ᾿ ᾧ ἐπεποίθεισαν οἱ ἀσεβεῖς -
Syr 28,14
LXX · A.APF
γλῶσσα τρίτη πολλοὺς ἐσάλευσεν καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος καὶ πόλεις ὀχυρὰς καθεῖλεν καὶ οἰκίας μεγιστάνων κατέστρεψεν -
Iz 17,3
LXX · A.APN
καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Εφραιμ καὶ οὐκέτι ἔσται βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων ἀπολεῖται οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ισραηλ καὶ τῆς δόξης αὐτῶν τάδε λέγει κύριος σαβαωθ -
Iz 25,2
LXX · A.APF
ὅτι ἔθηκας πόλεις εἰς χῶμα πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ -
Iz 26,1
LXX · A.NSF
τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ιουδα λέγοντες ἰδοὺ πόλις ὀχυρά καὶ σωτήριον ἡμῶν θήσει τεῖχος καὶ περίτειχος -
Iz 26,5
LXX · A.APF
ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους -
Iz 30,13
LXX · A.GSF
διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα -
Iz 36,1
LXX · A.APF
καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ιουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς -
Iz 37,26
LXX · A.DPM
οὐ ταῦτα ἤκουσας πάλαι ἃ ἐγὼ ἐποίησα ἐξ ἀρχαίων ἡμερῶν συνέταξα νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ ἐνοικοῦντας ἐν πόλεσιν ὀχυραῖς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)