G8546 — 6 wystąpień
G8546 · ὀρθόω (orthoō) · be straight up — 1. to set straight : ; 2. in height, to set upright, set up one fallen or lying down, raise up , (Iliad by Homer); ὀρθοῦν κάρα, πρόσωπον (Euripides):—;of buildings, to raise up, rebuild , or, generally, to erect, build up , (Euripides):—;P… [STEPBible CC BY]
Rdz 1Ezd 1Est 1Prz 1Jr 1Ba 1
-
Rdz 37,7
LXX · V.API3S
ᾤμην ἡμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα -
Ezd 6,11
LXX · V.XPPNSM
καὶ ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος ὃς ἀλλάξει τὸ ῥῆμα τοῦτο καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ᾿ αὐτοῦ καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ᾿ ἐμὲ ποιηθήσεται -
Est 7,9
LXX · V.AMI3S
εἶπεν δὲ Βουγαθαν εἷς τῶν εὐνούχων πρὸς τὸν βασιλέα ἰδοὺ καὶ ξύλον ἡτοίμασεν Αμαν Μαρδοχαίῳ τῷ λαλήσαντι περὶ τοῦ βασιλέως καὶ ὤρθωται ἐν τοῖς Αμαν ξύλον πηχῶν πεντήκοντα εἶπεν δὲ ὁ βασιλεύς σταυρωθήτω ἐπ᾿ αὐτοῦ -
Prz 9,6
LXX · V.AAD2P
ἀπολείπετε ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν ἵνα βιώσητε καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν -
Jr 37,20
LXX · V.FPI3S
καὶ εἰσελεύσονται οἱ υἱοὶ αὐτῶν ὡς τὸ πρότερον καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσεται καὶ ἐπισκέψομαι τοὺς θλίβοντας αὐτούς -
Ba 6,26
LXX · V.APS3S
μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ δι᾿ ἑαυτοῦ κινηθήσεται μήτε ἐὰν κλιθῇ οὐ μὴ ὀρθωθῇ ἀλλ᾿ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)