G8545 — 20 wystąpień
G8545 · ὄργανον (organon) · an instrument — 1. an organ, instrument, tool, for making or doing a thing, (Sophocles Tragicus), etc.:—;of a person, ἁπάντων ἀεὶ κακῶν ὄργ. (Sophocles Tragicus) ; 2. an organ of sense , (Plato Philosophus) ; 3. a musical instrument , (Plato Philosophus) … [STEPBible CC BY]
2 Sm 21 Krn 52 Krn 72 Mch 2Ps 2Am 2
-
2 Sm 6,5
LXX · N.DPN
καὶ Δαυιδ καὶ οἱ υἱοὶ Ισραηλ παίζοντες ἐνώπιον κυρίου ἐν ὀργάνοις ἡρμοσμένοις ἐν ἰσχύι καὶ ἐν ᾠδαῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν αὐλοῖς -
2 Sm 6,14
LXX · N.DPN
καὶ Δαυιδ ἀνεκρούετο ἐν ὀργάνοις ἡρμοσμένοις ἐνώπιον κυρίου καὶ ὁ Δαυιδ ἐνδεδυκὼς στολὴν ἔξαλλον -
1 Krn 6,17
LXX · N.DPN
καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμων τὸν οἶκον κυρίου ἐν Ιερουσαλημ καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν -
1 Krn 15,16
LXX · N.DPN
καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν στήσατε τοὺς ἀδελφοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν νάβλαις καὶ κινύραις καὶ κυμβάλοις τοῦ φωνῆσαι εἰς ὕψος ἐν φωνῇ εὐφροσύνης -
1 Krn 16,5
LXX · N.DPN
Ασαφ ὁ ἡγούμενος καὶ δευτερεύων αὐτῷ Ζαχαριας Ιιηλ Σεμιραμωθ Ιιηλ Ματταθιας Ελιαβ καὶ Βαναιας καὶ Αβδεδομ καὶ Ιιηλ ἐν ὀργάνοις νάβλαις καὶ κινύραις καὶ Ασαφ ἐν κυμβάλοις ἀναφωνῶν -
1 Krn 16,42
LXX · N.NPN
καὶ μετ᾿ αὐτῶν σάλπιγγες καὶ κύμβαλα τοῦ ἀναφωνεῖν καὶ ὄργανα τῶν ᾠδῶν τοῦ θεοῦ υἱοὶ Ιδιθων εἰς τὴν πύλην -
1 Krn 23,5
LXX · N.DPN
καὶ τέσσαρες χιλιάδες πυλωροὶ καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ -
2 Krn 5,13
LXX · N.DPN
καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι ἀγαθόν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης κυρίου -
2 Krn 7,6
LXX · N.DPN
καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες καὶ οἱ Λευῖται ἐν ὀργάνοις ᾠδῶν κυρίου τοῦ Δαυιδ τοῦ βασιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι κυρίου ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ ἐν ὕμνοις Δαυιδ διὰ χειρὸς αὐτῶν καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν καὶ πᾶς Ισραηλ ἑστηκώς -
2 Krn 23,13
LXX · N.DPN
καὶ εἶδεν καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες περὶ τὸν βασιλέα καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ἐν ταῖς σάλπιγξιν καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον καὶ διέρρηξεν Γοθολια τὴν στολὴν αὐτῆς καὶ ἐβόησεν καὶ εἶπεν ἐπιτιθέμενοι ἐπιτίθεσθε -
2 Krn 29,26
LXX · N.DPN
καὶ ἔστησαν οἱ Λευῖται ἐν ὀργάνοις Δαυιδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν -
2 Krn 29,27
LXX · N.APN
καὶ εἶπεν Εζεκιας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ᾄδειν κυρίῳ καὶ αἱ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυιδ βασιλέως Ισραηλ -
2 Krn 30,21
LXX · N.DPN
καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ οἱ εὑρεθέντες ἐν Ιερουσαλημ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ κυρίῳ ἡμέραν καθ᾿ ἡμέραν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ κυρίῳ -
2 Krn 34,12
LXX · N.DPN
καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων καὶ ἐπ᾿ αὐτῶν ἐπίσκοποι Ιεθ καὶ Αβδιας οἱ Λευῖται ἐξ υἱῶν Μεραρι καὶ Ζαχαριας καὶ Μοσολλαμ ἐκ τῶν υἱῶν Κααθ ἐπισκοπεῖν καὶ πᾶς Λευίτης πᾶς συνίων ἐν ὀργάνοις ᾠδῶν -
2 Mch 12,27
LXX · N.GPN
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον -
2 Mch 13,5
LXX · N.ASN
ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ οὗτος δὲ ὄργανον εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν -
Ps 137,2
LXX · N.APN
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν -
Ps 150,4
LXX · N.DSN
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ -
Am 5,23
LXX · N.GPN
μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι -
Am 6,5
LXX · N.GPN
οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων ὡς ἑστῶτα ἐλογίσαντο καὶ οὐχ ὡς φεύγοντα
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)