G8385 — 20 wystąpień
G8385 · νέμω (nemō) · to feed — 1. to deal out, distribute, dispense , of meat and drink, (Homer), etc.; of the gods, νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν (Odyssey by Homer); μοῖραν ν. τινί to pay one due respect, (Aeschulus Tragicus), etc.:—;Pass., ἐπὶ τοὺς Ἕλληνας νέμεται … [STEPBible CC BY]
Rdz 3Wj 1Lb 11 Sm 12 Mch 1Pnp 1Mdr 1Jr 1Ez 3Dn 1Oz 1Jon 1Mi 1So 3
-
Rdz 36,24
LXX · V.IAI3S
καὶ οὗτοι υἱοὶ Σεβεγων Αιε καὶ Ωναν οὗτός ἐστιν ὁ Ωνας ὃς εὗρεν τὸν Ιαμιν ἐν τῇ ἐρήμῳ ὅτε ἔνεμεν τὰ ὑποζύγια Σεβεγων τοῦ πατρὸς αὐτοῦ -
Rdz 41,3
LXX · V.IMI3P
ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ -
Rdz 41,18
LXX · V.IMI3P
καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει -
Wj 34,3
LXX · V.PMD3P
καὶ μηδεὶς ἀναβήτω μετὰ σοῦ μηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει καὶ τὰ πρόβατα καὶ αἱ βόες μὴ νεμέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου -
Lb 14,33
LXX · V.PMPNPM
οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ -
1 Sm 21,8
LXX · V.PAPNSM
καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαουλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συνεχόμενος νεεσσαραν ἐνώπιον κυρίου καὶ ὄνομα αὐτῷ Δωηκ ὁ Σύρος νέμων τὰς ἡμιόνους Σαουλ -
2 Mch 10,6
LXX · V.PMPNPM
καὶ μετ᾿ εὐφροσύνης ἦγον ἡμέρας ὀκτὼ σκηνωμάτων τρόπον μνημονεύοντες ὡς πρὸ μικροῦ χρόνου τὴν τῶν σκηνῶν ἑορτὴν ἐν τοῖς ὄρεσιν καὶ ἐν τοῖς σπηλαίοις θηρίων τρόπον ἦσαν νεμόμενοι -
Pnp 4,5
LXX · V.PMPNPM
δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν κρίνοις -
Mdr 19,9
LXX · V.API3P
ὡς γὰρ ἵπποι ἐνεμήθησαν καὶ ὡς ἀμνοὶ διεσκίρτησαν αἰνοῦντές σε κύριε τὸν ῥυσάμενον αὐτούς -
Jr 27,19
LXX · V.FMI3S
καὶ ἀποκαταστήσω τὸν Ισραηλ εἰς τὴν νομὴν αὐτοῦ καὶ νεμήσεται ἐν τῷ Καρμήλῳ καὶ ἐν ὄρει Εφραιμ καὶ ἐν τῷ Γαλααδ καὶ πλησθήσεται ἡ ψυχὴ αὐτοῦ -
Ez 19,7
LXX · V.IMI3S
καὶ ἐνέμετο τῷ θράσει αὐτοῦ καὶ τὰς πόλεις αὐτῶν ἐξηρήμωσεν καὶ ἠφάνισεν γῆν καὶ τὸ πλήρωμα αὐτῆς ἀπὸ φωνῆς ὠρύματος αὐτοῦ -
Ez 34,18
LXX · V.IMI2P
καὶ οὐχ ἱκανὸν ὑμῖν ὅτι τὴν καλὴν νομὴν ἐνέμεσθε καὶ τὰ κατάλοιπα τῆς νομῆς ὑμῶν κατεπατεῖτε τοῖς ποσὶν ὑμῶν καὶ τὸ καθεστηκὸς ὕδωρ ἐπίνετε καὶ τὸ λοιπὸν τοῖς ποσὶν ὑμῶν ἐταράσσετε -
Ez 34,19
LXX · V.IMI3P
καὶ τὰ πρόβατά μου τὰ πατήματα τῶν ποδῶν ὑμῶν ἐνέμοντο καὶ τὸ τεταραγμένον ὕδωρ ὑπὸ τῶν ποδῶν ὑμῶν ἔπινον -
Dn 4,15
LXX · V.PMS3S
καὶ οὕτως εἶπε ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται -
Oz 4,16
LXX · V.FAI3S
ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ -
Jon 3,7
LXX · V.PMD3P
καὶ ἐκηρύχθη καὶ ἐρρέθη ἐν τῇ Νινευη παρὰ τοῦ βασιλέως καὶ παρὰ τῶν μεγιστάνων αὐτοῦ λέγων οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ οἱ βόες καὶ τὰ πρόβατα μὴ γευσάσθωσαν μηδὲν μηδὲ νεμέσθωσαν μηδὲ ὕδωρ πιέτωσαν -
Mi 7,14
LXX · V.FMI3P
ποίμαινε λαόν σου ἐν ῥάβδῳ σου πρόβατα κληρονομίας σου κατασκηνοῦντας καθ᾿ ἑαυτοὺς δρυμὸν ἐν μέσῳ τοῦ Καρμήλου νεμήσονται τὴν Βασανῖτιν καὶ τὴν Γαλααδῖτιν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος -
So 2,7
LXX · V.FMI3P
καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ιουδα ἐπ᾿ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκαλῶνος δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ιουδα ὅτι ἐπέσκεπται αὐτοὺς κύριος ὁ θεὸς αὐτῶν καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν -
So 2,14
LXX · V.FMI3P
καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς διότι κέδρος τὸ ἀνάστημα αὐτῆς -
So 3,13
LXX · V.FMI3P
οἱ κατάλοιποι τοῦ Ισραηλ καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)