G8308 — 16 wystąpień
G8308 · μετέωρος (meteōros) · a meteorite — 1. raised from the ground, hanging , Lat. suspensus , (Herdotus Historicus);—;of high ground, (Thucydides) ; 2. like μετάρσιος, in mid-air, high in air , Lat. sublimis , (Herdotus Historicus); Ἀήρ, ὃς ἔχεις τὴν γῆν μ. poised on high , (Ari… [STEPBible CC BY]
Sdz 12 Sm 1Hi 1Syr 2Iz 7Jr 2Ez 2
-
Sdz 1,15
LXX · A.GPM
καὶ εἶπεν αὐτῷ Ασχα δὸς δή μοι εὐλογίαν ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με καὶ δώσεις μοι λύτρωσιν ὕδατος καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴν καρδίαν αὐτῆς λύτρωσιν μετεώρων καὶ λύτρωσιν ταπεινῶν -
2 Sm 22,28
LXX · A.GPN
καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις -
Hi 28,18
LXX · A.NPN
μετέωρα καὶ γαβις οὐ μνησθήσεται καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα -
Syr 22,18
LXX · A.GSN
χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ -
Syr 37,14
LXX · A.GSN
ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ ἐπὶ μετεώρου καθήμενοι ἐπὶ σκοπῆς -
Iz 2,12
LXX · A.ASM
ἡμέρα γὰρ κυρίου σαβαωθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται -
Iz 2,13
LXX · A.GPM
καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασαν -
Iz 5,15
LXX · A.NPM
καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται -
Iz 17,6
LXX · A.GSM
καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ᾿ ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ -
Iz 18,2
LXX · A.ASN
ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν τίς αὐτοῦ ἐπέκεινα ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον νῦν οἱ ποταμοὶ τῆς γῆς -
Iz 30,25
LXX · A.GSM
καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσιν πύργοι -
Iz 57,7
LXX · A.ASN
ἐπ᾿ ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκεῖ σου ἡ κοίτη κἀκεῖ ἀνεβίβασας θυσίας -
Jr 38,35
LXX · A.ASN
ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον φησὶν κύριος καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ισραηλ φησὶν κύριος περὶ πάντων ὧν ἐποίησαν -
Jr 39,17
LXX · A.DSM
ὦ κύριε σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν -
Ez 3,15
LXX · A.NSM
καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβαρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν -
Ez 17,23
LXX · A.DSN
ἐν ὄρει μετεώρῳ τοῦ Ισραηλ καὶ καταφυτεύσω καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)