G8246 — 17 wystąpień
G8246 · μαναά (manaa) · a gift — a gift [STEPBible CC BY]
2 Krl 52 Krn 1Ne 1Jr 2Ez 8
-
2 Krl 8,8
LXX · N.ASN
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Αζαηλ λαβὲ ἐν τῇ χειρί σου μαναα καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ ἐπιζήτησον τὸν κύριον παρ᾿ αὐτοῦ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης -
2 Krl 8,9
LXX · N.ASN
καὶ ἐπορεύθη Αζαηλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβεν μαναα ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ ἄρσιν τεσσαράκοντα καμήλων καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ελισαιε ὁ υἱός σου υἱὸς Αδερ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ λέγων εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης -
2 Krl 17,3
LXX · N.ASN
ἐπ᾿ αὐτὸν ἀνέβη Σαλαμανασαρ βασιλεὺς Ἀσσυρίων καὶ ἐγενήθη αὐτῷ Ωσηε δοῦλος καὶ ἐπέστρεψεν αὐτῷ μαναα -
2 Krl 17,4
LXX · N.ASN
καὶ εὗρεν βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ωσηε ἀδικίαν ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγωρ βασιλέα Αἰγύπτου καὶ οὐκ ἤνεγκεν μαναα τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασιλεὺς Ἀσσυρίων καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς -
2 Krl 20,12
LXX · N.ASF
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναα πρὸς Εζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Εζεκιας -
2 Krn 7,7
LXX · N.APN
καὶ ἡγίασεν Σαλωμων τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ κυρίου ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σωτηρίων ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὃ ἐποίησεν Σαλωμων οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτώματα καὶ τὰ μαναα καὶ τὰ στέατα -
Ne 13,9
LXX · N.ASF
καὶ εἶπα καὶ ἐκαθάρισαν τὰ γαζοφυλάκια καὶ ἐπέστρεψα ἐκεῖ σκεύη οἴκου τοῦ θεοῦ τὴν μαναα καὶ τὸν λίβανον -
Jr 17,26
LXX · N.AS
καὶ ἥξουσιν ἐκ τῶν πόλεων Ιουδα καὶ κυκλόθεν Ιερουσαλημ καὶ ἐκ γῆς Βενιαμιν καὶ ἐκ τῆς πεδινῆς καὶ ἐκ τοῦ ὄρους καὶ ἐκ τῆς πρὸς νότον φέροντες ὁλοκαυτώματα καὶ θυσίαν καὶ θυμιάματα καὶ μαναα καὶ λίβανον φέροντες αἴνεσιν εἰς οἶκον κυρίου -
Jr 48,5
LXX · N.NS
καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχεμ καὶ ἀπὸ Σαλημ καὶ ἀπὸ Σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου -
Ez 45,25
LXX · N.ASN
καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καθὼς τὰ ὁλοκαυτώματα καὶ καθὼς τὸ μαναα καὶ καθὼς τὸ ἔλαιον -
Ez 46,5
LXX · N.ASN
καὶ μαναα πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς θυσίαν δόμα χειρὸς αὐτοῦ καὶ ἐλαίου τὸ ιν τῷ πέμματι -
Ez 46,7
LXX · N.NSN
καὶ πέμμα τῷ κριῷ καὶ πέμμα τῷ μόσχῳ ἔσται μαναα καὶ τοῖς ἀμνοῖς καθὼς ἐὰν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ καὶ ἐλαίου τὸ ιν τῷ πέμματι -
Ez 46,11
LXX · N.ASN
καὶ ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς πανηγύρεσιν ἔσται τὸ μαναα πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ καὶ τοῖς ἀμνοῖς καθὼς ἂν ἐκποιῇ ἡ χεὶρ αὐτοῦ καὶ ἐλαίου τὸ ιν τῷ πέμματι -
Ez 46,14
LXX · N.ASN
καὶ μαναα ποιήσει ἐπ᾿ αὐτῷ τὸ πρωὶ ἕκτον τοῦ μέτρου καὶ ἐλαίου τὸ τρίτον τοῦ ιν τοῦ ἀναμεῖξαι τὴν σεμίδαλιν μαναα τῷ κυρίῳ πρόσταγμα διὰ παντός -
Ez 46,14
LXX · N.GSN
καὶ μαναα ποιήσει ἐπ᾿ αὐτῷ τὸ πρωὶ ἕκτον τοῦ μέτρου καὶ ἐλαίου τὸ τρίτον τοῦ ιν τοῦ ἀναμεῖξαι τὴν σεμίδαλιν μαναα τῷ κυρίῳ πρόσταγμα διὰ παντός -
Ez 46,15
LXX · N.ASN
ποιήσετε τὸν ἀμνὸν καὶ τὸ μαναα καὶ τὸ ἔλαιον ποιήσετε τὸ πρωὶ ὁλοκαύτωμα διὰ παντός -
Ez 46,20
LXX · N.ASN
καὶ εἶπεν πρός με οὗτος ὁ τόπος ἐστίν οὗ ἑψήσουσιν ἐκεῖ οἱ ἱερεῖς τὰ ὑπὲρ ἀγνοίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ ἐκεῖ πέψουσι τὸ μαναα τὸ παράπαν τοῦ μὴ ἐκφέρειν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν τοῦ ἁγιάζειν τὸν λαόν
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)