G8038 — 46 wystąpień
G8038 · κοιλάς (koilas) · a cavity — a hollow, deep valley , [ variant dates Anthology Palantina (ML) [STEPBible CC BY]
Rdz 4Kpł 1Lb 1Joz 2Sdz 81 Sm 42 Sm 41 Krl 21 Krn 52 Krn 2Ps 4Pnp 1Jr 1Oz 2Jl 4Mi 1
-
Rdz 14,8
LXX · N.DSF
ἐξῆλθεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ βασιλεὺς Αδαμα καὶ βασιλεὺς Σεβωιμ καὶ βασιλεὺς Βαλακ αὕτη ἐστὶν Σηγωρ καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ -
Rdz 14,10
LXX · N.NSF
ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα φρέατα ἀσφάλτου ἔφυγεν δὲ βασιλεὺς Σοδομων καὶ βασιλεὺς Γομορρας καὶ ἐνέπεσαν ἐκεῖ οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον -
Rdz 14,17
LXX · N.ASF
ἐξῆλθεν δὲ βασιλεὺς Σοδομων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομορ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ εἰς τὴν κοιλάδα τὴν Σαυη τοῦτο ἦν τὸ πεδίον βασιλέως -
Rdz 37,14
LXX · N.GSF
εἶπεν δὲ αὐτῷ Ισραηλ πορευθεὶς ἰδὲ εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα καὶ ἀνάγγειλόν μοι καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρων καὶ ἦλθεν εἰς Συχεμ -
Kpł 14,37
LXX · N.APF
καὶ ὄψεται τὴν ἁφὴν ἐν τοῖς τοίχοις τῆς οἰκίας κοιλάδας χλωριζούσας ἢ πυρριζούσας καὶ ἡ ὄψις αὐτῶν ταπεινοτέρα τῶν τοίχων -
Lb 14,25
LXX · N.DSF
ὁ δὲ Αμαληκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν -
Joz 17,16
LXX · N.DSF
καὶ εἶπαν οὐκ ἀρκέσει ἡμῖν τὸ ὄρος τὸ Εφραιμ καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσαν καὶ ἐν ταῖς κώμαις αὐτῆς ἐν τῇ κοιλάδι Ιεζραελ -
Joz 19,47
LXX · N.ASF
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ᾿ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν -
Sdz 1,19
LXX · N.ASF
καὶ ἦν κύριος μετὰ Ιουδα καὶ ἐκληρονόμησεν τὸ ὄρος ὅτι οὐκ ἠδυνάσθησαν ἐξολεθρεῦσαι τοὺς κατοικοῦντας τὴν κοιλάδα ὅτι Ρηχαβ διεστείλατο αὐτοῖς -
Sdz 1,34
LXX · N.ASF
καὶ ἐξέθλιψεν ὁ Αμορραῖος τοὺς υἱοὺς Δαν εἰς τὸ ὄρος ὅτι οὐκ ἀφῆκαν αὐτὸν καταβῆναι εἰς τὴν κοιλάδα -
Sdz 5,15
LXX · N.DPF
καὶ ἀρχηγοὶ ἐν Ισσαχαρ μετὰ Δεββωρας καὶ Βαρακ οὕτως Βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας Ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν -
Sdz 6,33
LXX · N.DSF
καὶ πᾶσα Μαδιαμ καὶ Αμαληκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Εζερεελ -
Sdz 7,1
LXX · N.DSF
καὶ ὤρθρισεν Ιαρβαλ αὐτός ἐστιν Γεδεων καὶ πᾶς ὁ λαὸς μετ᾿ αὐτοῦ καὶ παρενέβαλον ἐπὶ πηγὴν Αραδ καὶ παρεμβολὴ Μαδιαμ ἦν αὐτῷ ἀπὸ βορρᾶ ἀπὸ Γαβααθ Αμωρα ἐν κοιλάδι -
Sdz 7,8
LXX · N.DSF
καὶ ἔλαβον τὸν ἐπισιτισμὸν τοῦ λαοῦ ἐν χειρὶ αὐτῶν καὶ τὰς κερατίνας αὐτῶν καὶ τὸν πάντα ἄνδρα Ισραηλ ἐξαπέστειλεν ἄνδρα εἰς σκηνὴν αὐτοῦ καὶ τοὺς τριακοσίους ἄνδρας κατίσχυσεν καὶ ἡ παρεμβολὴ Μαδιαμ ἦσαν αὐτοῦ ὑποκάτω ἐν τῇ κοιλάδι -
Sdz 7,12
LXX · N.DSF
καὶ Μαδιαμ καὶ Αμαληκ καὶ πάντες υἱοὶ ἀνατολῶν βεβλημένοι ἐν τῇ κοιλάδι ὡσεὶ ἀκρὶς εἰς πλῆθος καὶ ταῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός ἀλλὰ ἦσαν ὡς ἡ ἄμμος ἡ ἐπὶ χείλους τῆς θαλάσσης εἰς πλῆθος -
Sdz 18,28
LXX · N.DSF
καὶ οὐκ ἦν ὁ ῥυόμενος ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ρααβ καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ -
1 Sm 6,13
LXX · N.DSF
καὶ οἱ ἐν Βαιθσαμυς ἐθέριζον θερισμὸν πυρῶν ἐν κοιλάδι καὶ ἦραν ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον κιβωτὸν κυρίου καὶ ηὐφράνθησαν εἰς ἀπάντησιν αὐτῆς -
1 Sm 17,2
LXX · N.DSF
καὶ Σαουλ καὶ οἱ ἄνδρες Ισραηλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ παρατάσσονται εἰς πόλεμον ἐξ ἐναντίας ἀλλοφύλων -
1 Sm 21,10
LXX · N.DSF
καὶ εἶπεν ὁ ἱερεύς ἰδοὺ ἡ ῥομφαία Γολιαθ τοῦ ἀλλοφύλου ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ εἰ ταύτην λήμψῃ σεαυτῷ λαβέ ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα καὶ εἶπεν Δαυιδ ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή δός μοι αὐτήν -
1 Sm 31,7
LXX · N.GSF
καὶ εἶδον οἱ ἄνδρες Ισραηλ οἱ ἐν τῷ πέραν τῆς κοιλάδος καὶ οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου ὅτι ἔφυγον οἱ ἄνδρες Ισραηλ καὶ ὅτι τέθνηκεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ καταλείπουσιν τὰς πόλεις αὐτῶν καὶ φεύγουσιν καὶ ἔρχονται οἱ ἀλλόφυλοι καὶ κατοικοῦσιν ἐν αὐταῖς -
2 Sm 5,18
LXX · N.ASF
καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων -
2 Sm 5,22
LXX · N.DSF
καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων -
2 Sm 18,18
LXX · N.DSF
καὶ Αβεσσαλωμ ἔτι ζῶν καὶ ἔστησεν ἑαυτῷ τὴν στήλην ἐν ᾗ ἐλήμφθη καὶ ἐστήλωσεν αὐτὴν λαβεῖν τὴν στήλην τὴν ἐν τῇ κοιλάδι τοῦ βασιλέως ὅτι εἶπεν οὐκ ἔστιν αὐτῷ υἱὸς ἕνεκεν τοῦ ἀναμνῆσαι τὸ ὄνομα αὐτοῦ καὶ ἐκάλεσεν τὴν στήλην Χεὶρ Αβεσσαλωμ ἕως τῆς ἡμέρας ταύτης -
2 Sm 23,13
LXX · N.DSF
καὶ κατέβησαν τρεῖς ἀπὸ τῶν τριάκοντα καὶ ἦλθον εἰς Κασων πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ τάγμα τῶν ἀλλοφύλων παρενέβαλον ἐν τῇ κοιλάδι Ραφαϊμ -
1 Krl 21,23
LXX · N.GPF
καὶ οἱ παῖδες βασιλέως Συρίας εἶπον θεὸς ὀρέων θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων διὰ τοῦτο ἐκραταίωσεν ὑπὲρ ἡμᾶς ἐὰν δὲ πολεμήσωμεν αὐτοὺς κατ᾿ εὐθύ εἰ μὴ κραταιώσομεν ὑπὲρ αὐτούς -
1 Krl 21,28
LXX · N.GPF
καὶ προσῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν τῷ βασιλεῖ Ισραηλ τάδε λέγει κύριος ἀνθ᾿ ὧν εἶπεν Συρία θεὸς ὀρέων κύριος ὁ θεὸς Ισραηλ καὶ οὐ θεὸς κοιλάδων αὐτός καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρα σήν καὶ γνώσῃ ὅτι ἐγὼ κύριος -
1 Krn 11,15
LXX · N.DSF
καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυιδ εἰς τὸ σπήλαιον Οδολλαμ καὶ παρεμβολὴ τῶν ἀλλοφύλων παρεμβεβλήκει ἐν τῇ κοιλάδι τῶν γιγάντων -
1 Krn 14,9
LXX · N.DSF
καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων -
1 Krn 14,13
LXX · N.DSF
καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων -
1 Krn 18,12
LXX · N.DSF
καὶ Αβεσσα υἱὸς Σαρουια ἐπάταξεν τὴν Ιδουμαίαν ἐν κοιλάδι τῶν ἁλῶν ὀκτὼ καὶ δέκα χιλιάδας -
1 Krn 18,13
LXX · N.DSF
καὶ ἔθετο ἐν τῇ κοιλάδι φρουράς καὶ ἦσαν πάντες οἱ Ιδουμαῖοι παῖδες Δαυιδ καὶ ἔσῳζεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν οἷς ἐπορεύετο -
2 Krn 20,26
LXX · N.NS
καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης -
2 Krn 25,11
LXX · N.ASF
καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας -
Ps 60,8
LXX · N.ASF
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ἀγαλλιάσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω -
Ps 65,14
LXX · N.NPF
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον κεκράξονται καὶ γὰρ ὑμνήσουσιν -
Ps 84,7
LXX · N.DSF
ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν -
Ps 108,8
LXX · N.ASF
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ ὑψωθήσομαι καὶ διαμεριῶ Σικιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω -
Pnp 2,1
LXX · N.GPF
ἐγὼ ἄνθος τοῦ πεδίου κρίνον τῶν κοιλάδων -
Jr 21,13
LXX · N.ASF
ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σορ τὴν πεδινὴν τοὺς λέγοντας τίς πτοήσει ἡμᾶς ἢ τίς εἰσελεύσεται πρὸς τὸ κατοικητήριον ἡμῶν -
Oz 1,5
LXX · N.DSF
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ -
Oz 2,17
LXX · N.ASF
καὶ δώσω αὐτῇ τὰ κτήματα αὐτῆς ἐκεῖθεν καὶ τὴν κοιλάδα Αχωρ διανοῖξαι σύνεσιν αὐτῆς καὶ ταπεινωθήσεται ἐκεῖ κατὰ τὰς ἡμέρας νηπιότητος αὐτῆς καὶ κατὰ τὰς ἡμέρας ἀναβάσεως αὐτῆς ἐκ γῆς Αἰγύπτου -
Jl 4,2
LXX · N.ASF
καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ισραηλ οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν καὶ τὴν γῆν μου καταδιείλαντο -
Jl 4,12
LXX · N.ASF
ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ιωσαφατ διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν -
Jl 4,14
LXX · N.DSF
ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης -
Jl 4,14
LXX · N.DSF
ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης -
Mi 1,4
LXX · N.NPF
καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)