G7924 — 20 wystąpień
G7924 · κατασπάω (kataspaō) · to tear down — 1. to draw or pull down , κ. τὰς νῆας to haul ships down to the sea , (Herdotus Historicus); κ. σημεῖα to pull the flags down (in token of defeat), (Thucydides); κ. τινὰ ἀπὸ τοῦ ἵππου (Xenophon Historicus) ; 2. to quaff or swallow down , L… [STEPBible CC BY]
2 Sm 12 Krl 52 Krn 10Prz 1Mi 1So 1Za 1
-
2 Sm 11,25
LXX · V.AAD2S
καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον τάδε ἐρεῖς πρὸς Ιωαβ μὴ πονηρὸν ἔστω ἐν ὀφθαλμοῖς σου τὸ ῥῆμα τοῦτο ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως φάγεται ἡ μάχαιρα κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν -
2 Krl 10,27
LXX · V.AAI3P
καὶ κατέσπασαν τὰς στήλας τοῦ Βααλ καὶ καθεῖλον τὸν οἶκον τοῦ Βααλ καὶ ἔταξαν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης -
2 Krl 11,18
LXX · V.AAI3P
καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον τοῦ Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰς εἰκόνας αὐτοῦ συνέτριψαν ἀγαθῶς καὶ τὸν Ματθαν τὸν ἱερέα τοῦ Βααλ ἀπέκτειναν κατὰ πρόσωπον τῶν θυσιαστηρίων καὶ ἔθηκεν ὁ ἱερεὺς ἐπισκόπους εἰς τὸν οἶκον κυρίου -
2 Krl 21,3
LXX · V.AAI3S
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἀνέστησεν θυσιαστήριον τῇ Βααλ καὶ ἐποίησεν ἄλση καθὼς ἐποίησεν Αχααβ βασιλεὺς Ισραηλ καὶ προσεκύνησεν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς -
2 Krl 23,12
LXX · V.AAI3S
καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Αχαζ ἃ ἐποίησαν βασιλεῖς Ιουδα καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσης ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρων -
2 Krl 23,15
LXX · V.AAI3S
καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθηλ τὸ ὑψηλόν ὃ ἐποίησεν Ιεροβοαμ υἱὸς Ναβατ ὃς ἐξήμαρτεν τὸν Ισραηλ καί γε τὸ θυσιαστήριον ἐκεῖνο καὶ τὸ ὑψηλὸν κατέσπασεν καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν καὶ κατέκαυσεν τὸ ἄλσος -
2 Krn 23,17
LXX · V.AAI3P
καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βααλ καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν καὶ τὸν Ματθαν ἱερέα τῆς Βααλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ -
2 Krn 24,7
LXX · V.AAI3P
ὅτι Γοθολια ἦν ἡ ἄνομος καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ καὶ γὰρ τὰ ἅγια οἴκου κυρίου ἐποίησαν ταῖς Βααλιμ -
2 Krn 25,23
LXX · V.AAI3S
καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιθσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εφραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις -
2 Krn 26,6
LXX · V.AAI3S
καὶ ἐξῆλθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους καὶ κατέσπασεν τὰ τείχη Γεθ καὶ τὰ τείχη Ιαβνη καὶ τὰ τείχη Ἀζώτου καὶ ᾠκοδόμησεν πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις -
2 Krn 30,14
LXX · V.AAI3P
καὶ ἀνέστησαν καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ιερουσαλημ καὶ πάντα ἐν οἷς ἐθυμιῶσαν τοῖς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν Κεδρων -
2 Krn 31,1
LXX · V.AAI3P
καὶ ὡς συνετελέσθη πάντα ταῦτα ἐξῆλθεν πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν -
2 Krn 32,18
LXX · V.AAN
καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ιουδαϊστὶ ἐπὶ λαὸν Ιερουσαλημ τὸν ἐπὶ τοῦ τείχους τοῦ φοβῆσαι αὐτοὺς καὶ κατασπάσαι ὅπως προκαταλάβωνται τὴν πόλιν -
2 Krn 33,3
LXX · V.AAI3S
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς -
2 Krn 34,4
LXX · V.AAI3S
καὶ κατέσπασεν κατὰ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βααλιμ καὶ τὰ ὑψηλὰ τὰ ἐπ᾿ αὐτῶν καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς -
2 Krn 34,7
LXX · V.AAI3S
καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα κατέκοψεν λεπτὰ καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ισραηλ καὶ ἀπέστρεψεν εἰς Ιερουσαλημ -
Prz 15,25
LXX · V.PAI3S
οἴκους ὑβριστῶν κατασπᾷ κύριος ἐστήρισεν δὲ ὅριον χήρας -
Mi 1,6
LXX · V.FAI1S
καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω -
So 3,6
LXX · V.AAI1S
ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους ἠφανίσθησαν γωνίαι αὐτῶν ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδὲ κατοικεῖν -
Za 11,2
LXX · V.API3S
ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τῆς Βασανίτιδος ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)