G7782 — 54 wystąpień
G7782 · κάλλος (kallos) · beauty — 1. beauty , (Homer), etc.:—; ἐς κάλλος with an eye to beauty , so as to set off her beauty, (Euripides); but, εἰς κ. ζῆν for pleasure , (Xenophon Historicus) ; 2. of persons, a beauty , (Xenophon Historicus) ; 3. in plural also rich garmen… [STEPBible CC BY]
Rdz 1Pwt 11 Sm 2Jdt 6Est 21 Mch 1Ps 4Prz 3Mdr 3Syr 11Iz 4Ba 1Ez 12Dn 2Za 1
-
Rdz 49,21
LXX · N.NSN
Νεφθαλι στέλεχος ἀνειμένον ἐπιδιδοὺς ἐν τῷ γενήματι κάλλος -
Pwt 33,17
LXX · N.NSN
πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ᾿ ἄκρου γῆς αὗται μυριάδες Εφραιμ καὶ αὗται χιλιάδες Μανασση -
1 Sm 16,12
LXX · N.GSN
καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν αὐτόν καὶ οὗτος πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει κυρίῳ καὶ εἶπεν κύριος πρὸς Σαμουηλ ἀνάστα καὶ χρῖσον τὸν Δαυιδ ὅτι οὗτος ἀγαθός ἐστιν -
1 Sm 17,42
LXX · N.GSN
καὶ εἶδεν Γολιαδ τὸν Δαυιδ καὶ ἠτίμασεν αὐτόν ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν -
Jdt 10,7
LXX · N.DSN
ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ -
Jdt 10,14
LXX · N.DSN
ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα καὶ εἶπαν πρὸς αὐτήν -
Jdt 10,19
LXX · N.DSN
καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ᾿ αὐτῆς καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τίς καταφρονήσει τοῦ λαοῦ τούτου ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν -
Jdt 10,23
LXX · N.DSN
ὡς δὲ ἦλθεν κατὰ πρόσωπον αὐτοῦ Ιουδιθ καὶ τῶν θεραπόντων αὐτοῦ ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ -
Jdt 16,6
LXX · N.DSN
οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ ἀλλὰ Ιουδιθ θυγάτηρ Μεραρι ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν -
Jdt 16,9
LXX · N.NSN
τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτοῦ διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ -
Est 1,11
LXX · N.ASN
εἰσαγαγεῖν τὴν βασίλισσαν πρὸς αὐτὸν βασιλεύειν αὐτὴν καὶ περιθεῖναι αὐτῇ τὸ διάδημα καὶ δεῖξαι αὐτὴν πᾶσιν τοῖς ἄρχουσιν καὶ τοῖς ἔθνεσιν τὸ κάλλος αὐτῆς ὅτι καλὴ ἦν -
Est 5,1
LXX · N.GSN
καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐπαύσατο προσευχομένη ἐξεδύσατο τὰ ἱμάτια τῆς θεραπείας καὶ περιεβάλετο τὴν δόξαν αὐτῆς καὶ γενηθεῖσα ἐπιφανὴς ἐπικαλεσαμένη τὸν πάντων ἐπόπτην θεὸν καὶ σωτῆρα παρέλαβεν τὰς δύο ἅβρας καὶ τῇ μὲν μιᾷ ἐπηρείδετο ὡς τρυφερευομένη ἡ δὲ ἑτέρα ἐπηκολούθει κουφίζουσα τὴν ἔνδυσιν αὐτῆς καὶ αὐτὴ ἐρυθριῶσα ἀκμῇ κάλλους αὐτῆς καὶ τὸ πρόσωπον αὐτῆς ἱλαρὸν ὡς προσφιλές ἡ δὲ καρδία αὐτῆς ἀπεστενωμένη ἀπὸ τοῦ φόβου καὶ εἰσελθοῦσα πάσας τὰς θύρας κατέστη ἐνώπιον τοῦ βασιλέως καὶ αὐτὸς ἐκάθητο ἐπὶ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ καὶ πᾶσαν στολὴν τῆς ἐπιφανείας αὐτοῦ ἐνεδεδύκει ὅλος διὰ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ ἦν φοβερὸς σφόδρα καὶ ἄρας τὸ πρόσωπον αὐτοῦ πεπυρωμένον δόξῃ ἐν ἀκμῇ θυμοῦ ἔβλεψεν καὶ ἔπεσεν ἡ βασίλισσα καὶ μετέβαλεν τὸ χρῶμα αὐτῆς ἐν ἐκλύσει καὶ κατεπέκυψεν ἐπὶ τὴν κεφαλὴν τῆς ἅβρας τῆς προπορευομένης καὶ μετέβαλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ βασιλέως εἰς πραΰτητα καὶ ἀγωνιάσας ἀνεπήδησεν ἀπὸ τοῦ θρόνου αὐτοῦ καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὰς ἀγκάλας αὐτοῦ μέχρις οὗ κατέστη καὶ παρεκάλει αὐτὴν λόγοις εἰρηνικοῖς καὶ εἶπεν αὐτῇ τί ἐστιν Εσθηρ ἐγὼ ὁ ἀδελφός σου θάρσει οὐ μὴ ἀποθάνῃς ὅτι κοινὸν τὸ πρόσταγμα ἡμῶν ἐστιν πρόσελθε -
1 Mch 1,26
LXX · N.NSN
καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι παρθένοι καὶ νεανίσκοι ἠσθένησαν καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη -
Ps 30,8
LXX · N.DSN
κύριε ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος -
Ps 45,3
LXX · N.DSN
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ἐξεχύθη χάρις ἐν χείλεσίν σου διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα -
Ps 45,4
LXX · N.DSN
περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου -
Ps 45,12
LXX · N.GSN
ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου ὅτι αὐτός ἐστιν ὁ κύριός σου -
Prz 6,25
LXX · N.GSN
μή σε νικήσῃ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων -
Prz 11,22
LXX · N.ASN
ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός οὕτως γυναικὶ κακόφρονι κάλλος -
Prz 31,30
LXX · N.NSN
ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω -
Mdr 5,16
LXX · N.GSN
διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς κυρίου ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν -
Mdr 8,2
LXX · N.GSN
ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς -
Mdr 13,3
LXX · N.GSN
ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι ταῦτα θεοὺς ὑπελάμβανον γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά -
Syr 9,8
LXX · N.ASN
ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται -
Syr 9,8
LXX · N.DSN
ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον ἐν κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται -
Syr 11,2
LXX · N.DSN
μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ -
Syr 25,21
LXX · N.ASN
μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς -
Syr 26,16
LXX · N.NSN
ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου καὶ κάλλος ἀγαθῆς γυναικὸς ἐν κόσμῳ οἰκίας αὐτῆς -
Syr 26,17
LXX · N.NSN
λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ -
Syr 36,22
LXX · N.NSN
κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει -
Syr 40,22
LXX · N.ASN
χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου -
Syr 42,12
LXX · N.DSN
παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε -
Syr 43,9
LXX · N.ASN
κάλλος οὐρανοῦ δόξα ἄστρων κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου -
Syr 43,18
LXX · N.ASN
ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτῆς ἐκστήσεται καρδία -
Iz 2,16
LXX · N.GSN
καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους -
Iz 37,24
LXX · N.ASN
ὅτι δι᾿ ἀγγέλων ὠνείδισας κύριον σὺ γὰρ εἶπας τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ -
Iz 53,2
LXX · N.ASN
ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον ὡς ῥίζα ἐν γῇ διψώσῃ οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα καὶ εἴδομεν αὐτόν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος -
Iz 62,3
LXX · N.GSN
καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου -
Ba 6,23
LXX · N.ASN
τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν οὐ μὴ στίλψωσιν οὐδὲ γάρ ὅτε ἐχωνεύοντο ᾐσθάνοντο -
Ez 16,14
LXX · N.DSN
καὶ ἐξῆλθέν σου ὄνομα ἐν τοῖς ἔθνεσιν ἐν τῷ κάλλει σου διότι συντετελεσμένον ἦν ἐν εὐπρεπείᾳ ἐν τῇ ὡραιότητι ᾗ ἔταξα ἐπὶ σέ λέγει κύριος -
Ez 16,15
LXX · N.DSN
καὶ ἐπεποίθεις ἐν τῷ κάλλει σου καὶ ἐπόρνευσας ἐπὶ τῷ ὀνόματί σου καὶ ἐξέχεας τὴν πορνείαν σου ἐπὶ πάντα πάροδον ὃ οὐκ ἔσται -
Ez 16,25
LXX · N.ASN
καὶ ἐπ᾿ ἀρχῆς πάσης ὁδοῦ ᾠκοδόμησας τὰ πορνεῖά σου καὶ ἐλυμήνω τὸ κάλλος σου καὶ διήγαγες τὰ σκέλη σου παντὶ παρόδῳ καὶ ἐπλήθυνας τὴν πορνείαν σου -
Ez 27,3
LXX · N.ASN
καὶ ἐρεῖς τῇ Σορ τῇ κατοικούσῃ ἐπὶ τῆς εἰσόδου τῆς θαλάσσης τῷ ἐμπορίῳ τῶν λαῶν ἀπὸ νήσων πολλῶν τάδε λέγει κύριος τῇ Σορ σὺ εἶπας ἐγὼ περιέθηκα ἐμαυτῇ κάλλος μου -
Ez 27,4
LXX · N.ASN
ἐν καρδίᾳ θαλάσσης τῷ Βεελιμ υἱοί σου περιέθηκάν σοι κάλλος -
Ez 27,11
LXX · N.ASN
υἱοὶ Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τῶν τειχέων σου φύλακες ἐν τοῖς πύργοις σου ἦσαν τὰς φαρέτρας αὐτῶν ἐκρέμασαν ἐπὶ τῶν ὅρμων σου κύκλῳ οὗτοι ἐτελείωσάν σου τὸ κάλλος -
Ez 28,7
LXX · N.ASN
ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν -
Ez 28,7
LXX · N.ASN
ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν -
Ez 28,12
LXX · N.GSN
υἱὲ ἀνθρώπου λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ τάδε λέγει κύριος κύριος σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους -
Ez 28,17
LXX · N.DSN
ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι -
Ez 28,17
LXX · N.GSN
ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)