G7543 — 44 wystąpień
G7543 · εὐθής (euthēs) · right — right; upright [STEPBible CC BY]
Sdz 21 Sm 12 Sm 41 Krl 62 Krl 91 Krn 12 Krn 10Jdt 1Ps 5Prz 2Koh 1Mdr 1Jr 1
-
Sdz 17,6
LXX · A.ASN
ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει -
Sdz 21,25
LXX · A.ASN
ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει -
1 Sm 29,6
LXX · A.NSM
καὶ ἐκάλεσεν Αγχους τὸν Δαυιδ καὶ εἶπεν αὐτῷ ζῇ κύριος ὅτι εὐθὴς σὺ καὶ ἀγαθὸς ἐν ὀφθαλμοῖς μου καὶ ἡ ἔξοδός σου καὶ ἡ εἴσοδός σου μετ᾿ ἐμοῦ ἐν τῇ παρεμβολῇ καὶ ὅτι οὐχ εὕρηκα κατὰ σοῦ κακίαν ἀφ᾿ ἧς ἡμέρας ἥκεις πρός με ἕως τῆς σήμερον ἡμέρας καὶ ἐν ὀφθαλμοῖς τῶν σατραπῶν οὐκ ἀγαθὸς σύ -
2 Sm 1,18
LXX · A.GSM
καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς -
2 Sm 17,4
LXX · A.NSM
καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραηλ -
2 Sm 19,7
LXX · A.ASN
τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ Αβεσσαλωμ ἔζη πάντες ἡμεῖς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου -
2 Sm 19,19
LXX · A.ASN
καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ Σεμεϊ υἱὸς Γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν Ιορδάνην -
1 Krl 11,33
LXX · A.ASN
ἀνθ᾿ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ -
1 Krl 11,38
LXX · A.ASN
καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυιδ ὁ δοῦλός μου καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν καθὼς ᾠκοδόμησα τῷ Δαυιδ -
1 Krl 15,5
LXX · A.ASN
ὡς ἐποίησεν Δαυιδ τὸ εὐθὲς ἐνώπιον κυρίου οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ -
1 Krl 15,11
LXX · A.ASN
καὶ ἐποίησεν Ασα τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ -
1 Krl 16,28
LXX · A.ASN
καὶ ἐκοιμήθη Αμβρι μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται ἐν Σαμαρείᾳ καὶ βασιλεύει Αχααβ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ καὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ τοῦ Αμβρι βασιλεύει Ιωσαφατ υἱὸς Ασα ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γαζουβα θυγάτηρ Σελεϊ καὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον κυρίου πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆραν ἔθυον ἐν τοῖς ὑψηλοῖς καὶ ἐθυμίων καὶ ἃ συνέθετο Ιωσαφατ καὶ πᾶσα ἡ δυναστεία ἣν ἐποίησεν καὶ οὓς ἐπολέμησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα καὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ασα τοῦ πατρὸς αὐτοῦ ἐξῆρεν ἀπὸ τῆς γῆς καὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ νασιβ καὶ ὁ βασιλεὺς Ιωσαφατ ἐποίησεν ναῦν εἰς Θαρσις πορεύεσθαι εἰς Σωφιρ ἐπὶ τὸ χρυσίον καὶ οὐκ ἐπορεύθη ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιωνγαβερ τότε εἶπεν ὁ βασιλεὺς Ισραηλ πρὸς Ιωσαφατ ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηί καὶ οὐκ ἐβούλετο Ιωσαφατ καὶ ἐκοιμήθη Ιωσαφατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ -
1 Krl 22,43
LXX · A.ASN
καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου -
2 Krl 10,3
LXX · A.APN
καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν -
2 Krl 10,30
LXX · A.ASN
καὶ εἶπεν κύριος πρὸς Ιου ἀνθ᾿ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου καὶ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Αχααβ υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ισραηλ -
2 Krl 12,3
LXX · A.ASN
καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς -
2 Krl 14,3
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν Ιωας ὁ πατὴρ αὐτοῦ ἐποίησεν -
2 Krl 15,3
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμεσσιας ὁ πατὴρ αὐτοῦ -
2 Krl 15,34
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτοῦ -
2 Krl 16,2
LXX · A.ASN
υἱὸς εἴκοσι ἐτῶν ἦν Αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου θεοῦ αὐτοῦ πιστῶς ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ -
2 Krl 18,3
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ -
2 Krl 22,2
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυιδ τοῦ πατρὸς αὐτοῦ οὐκ ἀπέστη δεξιὰ ἢ ἀριστερά -
1 Krn 13,4
LXX · A.NSM
καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ -
2 Krn 14,1
LXX · A.ASN
καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον κυρίου θεοῦ αὐτοῦ -
2 Krn 20,32
LXX · A.ASN
καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ασα καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον κυρίου -
2 Krn 24,2
LXX · A.ASN
καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας Ιωδαε τοῦ ἱερέως -
2 Krn 25,2
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ἀλλ᾿ οὐκ ἐν καρδίᾳ πλήρει -
2 Krn 26,4
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Αμασιας ὁ πατὴρ αὐτοῦ -
2 Krn 27,2
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Οζιας ὁ πατὴρ αὐτοῦ ἀλλ᾿ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν κυρίου καὶ ἔτι ὁ λαὸς κατεφθείρετο -
2 Krn 28,1
LXX · A.ASN
υἱὸς εἴκοσι ἐτῶν Αχαζ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ -
2 Krn 29,2
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυιδ ὁ πατὴρ αὐτοῦ -
2 Krn 31,20
LXX · A.ASN
καὶ ἐποίησεν οὕτως Εζεκιας ἐν παντὶ Ιουδα καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ -
2 Krn 34,2
LXX · A.ASN
καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον κυρίου καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά -
Jdt 8,11
LXX · A.NSM
καὶ ἦλθον πρὸς αὐτήν καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε δή μου ἄρχοντες τῶν κατοικούντων ἐν Βαιτυλουα ὅτι οὐκ εὐθὴς ὁ λόγος ὑμῶν ὃν ἐλαλήσατε ἐναντίον τοῦ λαοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ ἐστήσατε τὸν ὅρκον τοῦτον ὃν ἐλαλήσατε ἀνὰ μέσον τοῦ θεοῦ καὶ ὑμῶν καὶ εἴπατε ἐκδώσειν τὴν πόλιν τοῖς ἐχθροῖς ἡμῶν ἐὰν μὴ ἐν αὐταῖς ἐπιστρέψῃ κύριος βοήθειαν ὑμῖν -
Ps 25,8
LXX · A.NSM
χρηστὸς καὶ εὐθὴς ὁ κύριος διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ -
Ps 33,4
LXX · A.NSM
ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει -
Ps 51,12
LXX · A.ASN
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ θεός καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου -
Ps 92,16
LXX · A.NSM
τοῦ ἀναγγεῖλαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ -
Ps 119,137
LXX · A.NSM
ιη᾿ σαδη δίκαιος εἶ κύριε καὶ εὐθὴς ἡ κρίσις σου -
Prz 21,29
LXX · A.NSM
ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτοῦ -
Prz 34,21
LXX · A.NSF
δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν καρδία ἀνόμου ἐκζητεῖ κακά καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν -
Koh 7,29
LXX · A.ASM
πλὴν ἰδὲ τοῦτο εὗρον ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον εὐθῆ καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς -
Mdr 9,9
LXX · A.ASN
καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου -
Jr 41,15
LXX · A.ASN
καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾿ αὐτῷ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)