G7180 — 20 wystąpień
G7180 · ἔλαφος (elaphos) · hind — a deer , whether male, a hart or stag , or female, a hind , (Iliad by Homer):—; κραδίην ἐλάφοιο [ ἔχων] with heart of deer , i. e. a coward, (Iliad by Homer) (ML) [STEPBible CC BY]
Pwt 42 Sm 11 Krl 2Hi 1Ps 4Prz 2Pnp 3Iz 2Jr 1
-
Pwt 12,15
LXX · N.ASM
ἀλλ᾿ ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον -
Pwt 12,22
LXX · N.NSF
ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος οὕτως φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται -
Pwt 14,5
LXX · N.ASM
ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν -
Pwt 15,22
LXX · N.ASM
ἐν ταῖς πόλεσίν σου φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται ὡς δορκάδα ἢ ἔλαφον -
2 Sm 22,34
LXX · N.GPM
τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με -
1 Krl 2,46
LXX · N.GPM
καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμων τῷ Βαναια υἱῷ Ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν καὶ ἦν ὁ βασιλεὺς Σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ Ιουδα καὶ Ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες καὶ Σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ καὶ Σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαι ἐν τῇ ἐρήμῳ καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφι ἕως Γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει Ιουδα καὶ Ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε πάσας τὰς ἡμέρας Σαλωμων καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμων Αζαριον υἱὸς Σαδωκ τοῦ ἱερέως καὶ Ορνιου υἱὸς Ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβα γραμματεὺς καὶ Βασα υἱὸς Αχιθαλαμ ἀναμιμνῄσκων καὶ Αβι υἱὸς Ιωαβ ἀρχιστράτηγος καὶ Αχιρε υἱὸς Εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ Βαναια υἱὸς Ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ Ζαχουρ υἱὸς Ναθαν ὁ σύμβουλος καὶ ἦσαν τῷ Σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου Σαλωμων υἱὸς Δαυιδ ἐβασίλευσεν ἐπὶ Ισραηλ καὶ Ιουδα ἐν Ιερουσαλημ -
1 Krl 5,3
LXX · N.GPM
καὶ δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτά -
Hi 39,1
LXX · N.GPM
εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων -
Ps 18,34
LXX · N.GSM
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με -
Ps 29,9
LXX · N.APM
φωνὴ κυρίου καταρτιζομένου ἐλάφους καὶ ἀποκαλύψει δρυμούς καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν -
Ps 42,2
LXX · N.NSF
ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ ὁ θεός -
Ps 104,18
LXX · A.DPF
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις -
Prz 5,19
LXX · N.NSM
ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ -
Prz 7,23
LXX · N.NSM
ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει -
Pnp 2,9
LXX · N.GPM
ὅμοιός ἐστιν ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων ἐκκύπτων διὰ τῶν δικτύων -
Pnp 2,17
LXX · N.GPM
ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τῷ δόρκωνι ἢ νεβρῷ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων -
Pnp 8,14
LXX · N.GPM
φύγε ἀδελφιδέ μου καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη ἀρωμάτων -
Iz 34,15
LXX · N.NPM
ἐκεῖ ἐνόσσευσεν ἐχῖνος καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας ἐκεῖ ἔλαφοι συνήντησαν καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων -
Iz 35,6
LXX · N.NSM
τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ -
Jr 14,5
LXX · N.NPM
καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέλιπον ὅτι οὐκ ἦν βοτάνη
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)