G7145 — 18 wystąpień
G7145 · ἐκσπάω (ekspaō) · to pull out — to draw out , (Iliad by Homer); so in Mid., ἐκσπασσαμένω ἔγχεα having drawn out their spears, (Iliad by Homer) (ML) [STEPBible CC BY]
Sdz 11 Sm 1Hi 1Ps 3Jr 1Ez 4Am 4Ha 1Za 2
-
Sdz 3,22
LXX · V.AAI3S
καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν Αωδ τὴν προστάδα -
1 Sm 17,35
LXX · V.AAI1S
καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἰ ἐπανίστατο ἐπ᾿ ἐμέ καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν -
Hi 29,17
LXX · V.AAI1S
συνέτριψα δὲ μύλας ἀδίκων ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα -
Ps 22,10
LXX · V.AAPNSM
ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου -
Ps 25,15
LXX · V.FAI3S
οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν κύριον ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου -
Ps 129,6
LXX · V.APN
γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη -
Jr 22,24
LXX · V.FAI1S
ζῶ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται Ιεχονιας υἱὸς Ιωακιμ βασιλεὺς Ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου ἐκεῖθεν ἐκσπάσω σε -
Ez 11,19
LXX · V.FAI1S
καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην -
Ez 17,9
LXX · V.AAN
διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος εἰ κατευθυνεῖ οὐχὶ αἱ ῥίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς καὶ οὐκ ἐν βραχίονι μεγάλῳ οὐδ᾿ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς -
Ez 21,8
LXX · V.FAI1S
καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ισραηλ ἰδοὺ ἐγὼ πρὸς σὲ καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ ἐξολεθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον -
Ez 21,10
LXX · V.AAI1S
καὶ ἐπιγνώσεται πᾶσα σὰρξ διότι ἐγὼ κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ καὶ οὐκ ἀποστρέψει οὐκέτι -
Am 3,12
LXX · V.AAS3S
τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς -
Am 3,12
LXX · V.FPI3P
τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ Ισραηλ οἱ κατοικοῦντες ἐν Σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν Δαμασκῷ ἱερεῖς -
Am 4,11
LXX · V.XMPNSM
κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σοδομα καὶ Γομορρα καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός καὶ οὐδ᾿ ὧς ἐπεστρέψατε πρός με λέγει κύριος -
Am 9,15
LXX · V.APS3P
καὶ καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆς αὐτῶν καὶ οὐ μὴ ἐκσπασθῶσιν οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶν ἧς ἔδωκα αὐτοῖς λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ -
Ha 2,9
LXX · V.APN
ὦ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ τοῦ τάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶν -
Za 3,2
LXX · V.XMPNSM
καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον ἐπιτιμήσαι κύριος ἐν σοί διάβολε καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ιερουσαλημ οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός -
Za 13,7
LXX · V.AAD2P
ῥομφαία ἐξεγέρθητι ἐπὶ τοὺς ποιμένας μου καὶ ἐπ᾿ ἄνδρα πολίτην μου λέγει κύριος παντοκράτωρ πατάξατε τοὺς ποιμένας καὶ ἐκσπάσατε τὰ πρόβατα καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)