G7004 — 11 wystąpień
G7004 · ἐγκαινισμός (egkainismos) · dedication — dedication [STEPBible CC BY]
Lb 32 Krn 11 Mch 22 Mch 2Ps 1Dn 2
-
Lb 7,10
LXX · N.ASM
καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου -
Lb 7,11
LXX · N.ASM
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἄρχων εἷς καθ᾿ ἡμέραν ἄρχων καθ᾿ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου -
Lb 7,84
LXX · N.NSM
οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκα -
2 Krn 7,9
LXX · N.ASM
καὶ ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον ὅτι ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν -
1 Mch 4,56
LXX · N.ASM
καὶ ἐποίησαν τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτὼ καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾿ εὐφροσύνης καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως -
1 Mch 4,59
LXX · N.GSM
καὶ ἔστησεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ ἐκκλησία Ισραηλ ἵνα ἄγωνται αἱ ἡμέραι τοῦ ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾿ ἐνιαυτὸν ἡμέρας ὀκτὼ ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελευ μετ᾿ εὐφροσύνης καὶ χαρᾶς -
2 Mch 2,9
LXX · N.GSM
διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκεν θυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ -
2 Mch 2,19
LXX · N.ASM
τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελφοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καθαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν -
Ps 30,1
LXX · N.GSM
εἰς τὸ τέλος ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τῷ Δαυιδ -
Dn 3,2
LXX · N.ASM
καὶ Ναβουχοδονοσορ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας σατράπας στρατηγούς τοπάρχας καὶ ὑπάτους διοικητὰς καὶ τοὺς ἐπ᾿ ἐξουσιῶν κατὰ χώραν καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησε Ναβουχοδονοσορ ὁ βασιλεύς -
Dn 5,0
LXX · N.GSM
Βαλτασαρ ὁ βασιλεὺς ἐποίησε δοχὴν μεγάλην ἐν ἡμέρᾳ ἐγκαινισμοῦ τῶν βασιλείων αὐτοῦ καὶ ἀπὸ τῶν μεγιστάνων αὐτοῦ ἐκάλεσεν ἄνδρας δισχιλίους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Βαλτασαρ ἀνυψούμενος ἀπὸ τοῦ οἴνου καὶ καυχώμενος ἐπῄνεσε πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τοὺς χωνευτοὺς καὶ γλυπτοὺς ἐν τῷ τόπῳ αὐτοῦ καὶ τῷ θεῷ τῷ ὑψίστῳ οὐκ ἔδωκεν αἴνεσιν ἐν αὐτῇ τῇ νυκτὶ ἐξῆλθον δάκτυλοι ὡσεὶ ἀνθρώπου καὶ ἐπέγραψαν ἐπὶ τοῦ τοίχου οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ λύχνους μανη φαρες θεκελ ἔστι δὲ ἡ ἑρμηνεία αὐτῶν μανη ἠρίθμηται φαρες ἐξῆρται θεκελ ἕσταται
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)