G66 — 23 wystąpień
G66 · ἄγριος (agrios) · wild — ἄγριος , -α, -ον ; (ἀγρός), [in LXX for שָׂדֶה, etc. ;] ; __1. living in fields, wild : μέλι. Mat.3:4 , Mrk.1:6 . ; __2. savage, fierce : Ju 13 . (Cf. usage in π. of a malignant wound; MM, VGT , see word); † (AS) [STEPBible CC BY]
Wj 1Kpł 2Pwt 2Joz 12 Krl 12 Mch 1Hi 5Ps 1Mdr 1Iz 2Jr 2Dn 1Mt 1Mk 1Jud 1
-
Wj 23,11
LXX · A.NPN
τῷ δὲ ἑβδόμῳ ἄφεσιν ποιήσεις καὶ ἀνήσεις αὐτήν καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου τὰ δὲ ὑπολειπόμενα ἔδεται τὰ ἄγρια θηρία οὕτως ποιήσεις τὸν ἀμπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου -
Kpł 21,20
LXX · A.NSF
ἢ κυρτὸς ἢ ἔφηλος ἢ πτίλος τοὺς ὀφθαλμοὺς ἢ ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα ἀγρία ἢ λιχήν ἢ μόνορχις -
Kpł 26,22
LXX · A.APN
καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς καὶ κατέδεται ὑμᾶς καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς καὶ ἐρημωθήσονται αἱ ὁδοὶ ὑμῶν -
Pwt 7,22
LXX · A.NPN
καὶ καταναλώσει κύριος ὁ θεός σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου σου κατὰ μικρὸν μικρόν οὐ δυνήσῃ ἐξαναλῶσαι αὐτοὺς τὸ τάχος ἵνα μὴ γένηται ἡ γῆ ἔρημος καὶ πληθυνθῇ ἐπὶ σὲ τὰ θηρία τὰ ἄγρια -
Pwt 28,27
LXX · A.DSF
πατάξαι σε κύριος ἐν ἕλκει Αἰγυπτίῳ ἐν ταῖς ἕδραις καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ ὥστε μὴ δύνασθαί σε ἰαθῆναι -
Joz 23,5
LXX · A.APN
κύριος δὲ ὁ θεὸς ὑμῶν οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ὑμῶν ἕως ἂν ἀπόλωνται καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια ἕως ἂν ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν καὶ κατακληρονομήσατε τὴν γῆν αὐτῶν καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ὑμῶν ὑμῖν -
2 Krl 4,39
LXX · A.ASF
καὶ ἐξῆλθεν εἷς εἰς τὸν ἀγρὸν συλλέξαι αριωθ καὶ εὗρεν ἄμπελον ἐν τῷ ἀγρῷ καὶ συνέλεξεν ἀπ᾿ αὐτῆς τολύπην ἀγρίαν πλῆρες τὸ ἱμάτιον αὐτοῦ καὶ ἐνέβαλεν εἰς τὸν λέβητα τοῦ ἑψέματος ὅτι οὐκ ἔγνωσαν -
2 Mch 11,9
LXX · A.APMS
ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι -
Hi 5,22
LXX · A.GPN
ἀδίκων καὶ ἀνόμων καταγελάσῃ ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς -
Hi 5,23
LXX · A.NPM
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι -
Hi 6,5
LXX · A.NSM
τί γάρ μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος ἀλλ᾿ ἢ τὰ σῖτα ζητῶν εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα -
Hi 30,7
LXX · A.APN
ἀνὰ μέσον εὐήχων βοήσονται οἳ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο -
Hi 39,5
LXX · A.ASM
τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν -
Ps 80,14
LXX · A.NSM
ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν -
Mdr 14,1
LXX · A.APN
πλοῦν τις πάλιν στελλόμενος καὶ ἄγρια μέλλων διοδεύειν κύματα τοῦ φέροντος αὐτὸν πλοίου σαθρότερον ξύλον ἐπιβοᾶται -
Iz 32,14
LXX · A.GPM
οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως καὶ οἴκους ἐπιθυμητοὺς ἀφήσουσιν καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος εὐφροσύνη ὄνων ἀγρίων βοσκήματα ποιμένων -
Iz 56,9
LXX · A.NPN
πάντα τὰ θηρία τὰ ἄγρια δεῦτε φάγετε πάντα τὰ θηρία τοῦ δρυμοῦ -
Jr 14,6
LXX · A.NPM
ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας εἵλκυσαν ἄνεμον ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν ὅτι οὐκ ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας -
Jr 31,6
LXX · A.NSM
φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ -
Dn 2,38
LXX · A.GPN
ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου κυριεύειν πάντων σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ -
Mt 3,4
SBLGNT · ----NSN-
αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον. -
Mk 1,6
SBLGNT · ----ASN-
καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. -
Jud 1,13
SBLGNT · ----NPN-
κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)