G6442 — 33 wystąpień
G6442 · ἀποικίζω (apoikizō) · to exile — 1. to send away from home , (Odyssey by Homer), etc.:—;Pass. to be settled in a far land, to emigrate , (Plato Philosophus) ; 2. to colonise a place, send a colony to it, with accusative , (Herdotus Historicus) (ML) [STEPBible CC BY]
1 Sm 12 Krl 121 Krn 12 Krn 1Ezd 3Ne 1Syr 1Jr 10Lm 1Ba 2
-
1 Sm 4,22
LXX · V.PPI3S
καὶ εἶπαν ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν κυρίου -
2 Krl 15,29
LXX · V.AAI3S
ἐν ταῖς ἡμέραις Φακεε βασιλέως Ισραηλ ἦλθεν Θαγλαθφελλασαρ βασιλεὺς Ἀσσυρίων καὶ ἔλαβεν τὴν Αιν καὶ τὴν Αβελβαιθαμααχα καὶ τὴν Ιανωχ καὶ τὴν Κενεζ καὶ τὴν Ασωρ καὶ τὴν Γαλααδ καὶ τὴν Γαλιλαίαν πᾶσαν γῆν Νεφθαλι καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους -
2 Krl 16,9
LXX · V.AAI3S
καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ραασσων ἐθανάτωσεν -
2 Krl 17,6
LXX · V.AAI3S
ἐν ἔτει ἐνάτῳ Ωσηε συνέλαβεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν καὶ ἀπῴκισεν τὸν Ισραηλ εἰς Ἀσσυρίους καὶ κατῴκισεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμοῖς Γωζαν καὶ Ορη Μήδων -
2 Krl 17,11
LXX · V.AAI3S
καὶ ἐθυμίασαν ἐκεῖ ἐν πᾶσιν ὑψηλοῖς καθὼς τὰ ἔθνη ἃ ἀπῴκισεν κύριος ἐκ προσώπου αὐτῶν καὶ ἐποίησαν κοινωνοὺς καὶ ἐχάραξαν τοῦ παροργίσαι τὸν κύριον -
2 Krl 17,23
LXX · V.API3S
ἕως οὗ μετέστησεν κύριος τὸν Ισραηλ ἀπὸ προσώπου αὐτοῦ καθὼς ἐλάλησεν κύριος ἐν χειρὶ πάντων τῶν δούλων αὐτοῦ τῶν προφητῶν καὶ ἀπῳκίσθη Ισραηλ ἐπάνωθεν τῆς γῆς αὐτοῦ εἰς Ἀσσυρίους ἕως τῆς ἡμέρας ταύτης -
2 Krl 17,26
LXX · V.AAI2S
καὶ εἶπον τῷ βασιλεῖ Ἀσσυρίων λέγοντες τὰ ἔθνη ἃ ἀπῴκισας καὶ ἀντεκάθισας ἐν πόλεσιν Σαμαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς καὶ ἀπέστειλεν εἰς αὐτοὺς τοὺς λέοντας καὶ ἰδού εἰσιν θανατοῦντες αὐτούς καθότι οὐκ οἴδασιν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς -
2 Krl 17,28
LXX · V.AAI3P
καὶ ἤγαγον ἕνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας καὶ ἐκάθισεν ἐν Βαιθηλ καὶ ἦν φωτίζων αὐτοὺς πῶς φοβηθῶσιν τὸν κύριον -
2 Krl 17,33
LXX · V.AAI3S
τὸν κύριον ἐφοβοῦντο καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν ὅθεν ἀπῴκισεν αὐτοὺς ἐκεῖθεν -
2 Krl 18,11
LXX · V.AAI3S
καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμῷ Γωζαν καὶ Ορη Μήδων -
2 Krl 24,14
LXX · V.AAI3S
καὶ ἀπῴκισεν τὴν Ιερουσαλημ καὶ πάντας τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς ἰσχύι αἰχμαλωσίας δέκα χιλιάδας αἰχμαλωτίσας καὶ πᾶν τέκτονα καὶ τὸν συγκλείοντα καὶ οὐχ ὑπελείφθη πλὴν οἱ πτωχοὶ τῆς γῆς -
2 Krl 24,15
LXX · V.AAI3S
καὶ ἀπῴκισεν τὸν Ιωακιμ εἰς Βαβυλῶνα καὶ τὴν μητέρα τοῦ βασιλέως καὶ τὰς γυναῖκας τοῦ βασιλέως καὶ τοὺς εὐνούχους αὐτοῦ καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ιερουσαλημ εἰς Βαβυλῶνα -
2 Krl 25,21
LXX · V.API3S
καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν Δεβλαθα ἐν γῇ Αιμαθ καὶ ἀπῳκίσθη Ιουδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ -
1 Krn 9,1
LXX · V.APPGPM
καὶ πᾶς Ισραηλ ὁ συλλοχισμὸς αὐτῶν καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ισραηλ καὶ Ιουδα μετὰ τῶν ἀποικισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν -
2 Krn 36,20
LXX · V.AAI3S
καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων -
Ezd 2,1
LXX · V.AAI3S
καὶ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ Ιουδα ἀνὴρ εἰς πόλιν αὐτοῦ -
Ezd 4,10
LXX · V.AAI3S
καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ασενναφαρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτοὺς ἐν πόλεσιν τῆς Σομορων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ -
Ezd 5,12
LXX · V.AAI3S
αὐτοῖς ἀφ᾿ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου καὶ τὸν οἶκον τοῦτον κατέλυσεν καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα -
Ne 7,6
LXX · V.AAI3S
καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀπῴκισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτοῦ -
Syr 29,18
LXX · V.AAI3S
ἄνδρας δυνατοὺς ἀπῴκισεν καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις -
Jr 13,19
LXX · V.API3S
πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν καὶ οὐκ ἦν ὁ ἀνοίγων ἀπῳκίσθη Ιουδας συνετέλεσεν ἀποικίαν τελείαν -
Jr 24,1
LXX · V.AAN
ἔδειξέν μοι κύριος δύο καλάθους σύκων κειμένους κατὰ πρόσωπον ναοῦ κυρίου μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν υἱὸν Ιωακιμ βασιλέα Ιουδα καὶ τοὺς ἄρχοντας καὶ τοὺς τεχνίτας καὶ τοὺς δεσμώτας καὶ τοὺς πλουσίους ἐξ Ιερουσαλημ καὶ ἤγαγεν αὐτοὺς εἰς Βαβυλῶνα -
Jr 24,5
LXX · V.APPAPM
τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ὡς τὰ σῦκα τὰ χρηστὰ ταῦτα οὕτως ἐπιγνώσομαι τοὺς ἀποικισθέντας Ιουδα οὓς ἐξαπέσταλκα ἐκ τοῦ τόπου τούτου εἰς γῆν Χαλδαίων εἰς ἀγαθά -
Jr 34,20
LXX · V.AAI3S
ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ -
Jr 36,4
LXX · V.AAI1S
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπῴκισα ἀπὸ Ιερουσαλημ -
Jr 36,7
LXX · V.AAI1S
καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς κύριον ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν -
Jr 47,7
LXX · V.AAI3S
καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολιαν ἐν τῇ γῇ καὶ παρεκατέθετο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν οὓς οὐκ ἀπῴκισεν εἰς Βαβυλῶνα -
Jr 50,3
LXX · V.APN
ἀλλ᾿ ἢ Βαρουχ υἱὸς Νηριου συμβάλλει σε πρὸς ἡμᾶς ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν Χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς Βαβυλῶνα -
Jr 50,12
LXX · V.FAI3S
καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν Αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ καὶ ἐξελεύσεται ἐν εἰρήνῃ -
Jr 52,31
LXX · V.APPGSM
καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισθέντος τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς ἔλαβεν Ουλαιμαραδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ ᾧ ἐβασίλευσεν τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλάττετο -
Lm 4,22
LXX · V.AAN
ἐξέλιπεν ἡ ἀνομία σου θύγατερ Σιων οὐ προσθήσει ἔτι ἀποικίσαι σε ἐπεσκέψατο ἀνομίας σου θύγατερ Εδωμ ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου -
Ba 1,9
LXX · V.AAN
μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσορ βασιλέα Βαβυλῶνος τὸν Ιεχονιαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ιερουσαλημ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα -
Ba 2,14
LXX · V.AAPGPM
εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)