G6226 — 35 wystąpień
G6226 · ἁλίσκομαι (haliskomai) · to capture — 1. to be taken, conquered , of persons and places, (Homer), etc.; ἁλίσκεσθαι εἰς πολεμίους to fall into the hands of the enemy, (Plato Philosophus) ; 2. to be caught, seized , θανάτῳ ἁλῶναι or without θανάτῳ, to die , (Homer); ἑάλωσαν εἰς … [STEPBible CC BY]
Wj 1Pwt 1Prz 5Syr 5Iz 10Jr 8Ez 4Za 1
-
Wj 22,8
LXX · V.AAPNSM
κατὰ πᾶν ῥητὸν ἀδίκημα περί τε μόσχου καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱματίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουμένης ὅ τι οὖν ἂν ᾖ ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων καὶ ὁ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτείσει διπλοῦν τῷ πλησίον -
Pwt 24,7
LXX · V.AAS3S
ἐὰν δὲ ἁλῷ ἄνθρωπος κλέπτων ψυχὴν τῶν ἀδελφῶν αὐτοῦ τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται ἀποθανεῖται ὁ κλέπτης ἐκεῖνος καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν -
Prz 6,2
LXX · V.PPI3S
παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος -
Prz 6,30
LXX · V.AAS3S
οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν -
Prz 6,31
LXX · V.AAS3S
ἐὰν δὲ ἁλῷ ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν -
Prz 11,6
LXX · V.PPI3P
δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι -
Prz 35,12
LXX · V.PPI3P
διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι -
Syr 9,4
LXX · V.AAS2S
μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε μήποτε ἁλῷς ἐν τοῖς ἐπιχειρήμασιν αὐτῆς -
Syr 23,7
LXX · V.AAS3S
παιδείαν στόματος ἀκούσατε τέκνα καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ -
Syr 27,26
LXX · V.FMI3S
ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν ἐμπεσεῖται καὶ ὁ ἱστῶν παγίδα ἐν αὐτῇ ἁλώσεται -
Syr 27,29
LXX · V.FMI3P
παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι πτώσει εὐσεβῶν καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν -
Syr 31,7
LXX · V.FMI3S
ξύλον προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ -
Iz 8,15
LXX · V.FMI3P
διὰ τοῦτο ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ καὶ πεσοῦνται καὶ συντριβήσονται καὶ ἐγγιοῦσιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες -
Iz 13,15
LXX · V.AAS3S
ὃς γὰρ ἂν ἁλῷ ἡττηθήσεται καὶ οἵτινες συνηγμένοι εἰσίν μαχαίρᾳ πεσοῦνται -
Iz 14,10
LXX · V.AAI2S
πάντες ἀποκριθήσονται καὶ ἐροῦσίν σοι καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς ἐν ἡμῖν δὲ κατελογίσθης -
Iz 22,3
LXX · V.AAPNPM
πάντες οἱ ἄρχοντές σου πεφεύγασιν καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσίν καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασιν -
Iz 24,18
LXX · V.FMI3S
καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς -
Iz 27,3
LXX · V.FMI3S
ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιῶ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος -
Iz 28,13
LXX · V.FMI3P
καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου τοῦ θεοῦ θλῖψις ἐπὶ θλῖψιν ἐλπὶς ἐπ᾿ ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν ἵνα πορευθῶσιν καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ κινδυνεύσουσιν καὶ συντριβήσονται καὶ ἁλώσονται -
Iz 30,13
LXX · V.XAPGSF
διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα -
Iz 31,9
LXX · V.FMI3S
πέτρᾳ γὰρ περιλημφθήσονται ὡς χάρακι καὶ ἡττηθήσονται ὁ δὲ φεύγων ἁλώσεται τάδε λέγει κύριος μακάριος ὃς ἔχει ἐν Σιων σπέρμα καὶ οἰκείους ἐν Ιερουσαλημ -
Iz 33,1
LXX · V.FMI3P
οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται -
Jr 2,26
LXX · V.AAS3S
ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ισραηλ αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν -
Jr 8,9
LXX · V.AAI3P
ᾐσχύνθησαν σοφοὶ καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν σοφία τίς ἐστιν ἐν αὐτοῖς -
Jr 27,2
LXX · V.XAI3S
ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν καὶ ἀκουστὰ ποιήσατε καὶ μὴ κρύψητε εἴπατε ἑάλωκεν Βαβυλών κατῃσχύνθη Βῆλος ἡ ἀπτόητος ἡ τρυφερὰ παρεδόθη Μαρωδαχ -
Jr 27,9
LXX · V.FMI3S
ὅτι ἰδοὺ ἐγὼ ἐγείρω ἐπὶ Βαβυλῶνα συναγωγὰς ἐθνῶν ἐκ γῆς βορρᾶ καὶ παρατάξονται αὐτῇ ἐκεῖθεν ἁλώσεται ὡς βολὶς μαχητοῦ συνετοῦ οὐκ ἐπιστρέψει κενή -
Jr 27,24
LXX · V.FMI2S
ἐπιθήσονταί σοι καὶ ἁλώσῃ ὦ Βαβυλών καὶ οὐ γνώσῃ εὑρέθης καὶ ἐλήμφθης ὅτι τῷ κυρίῳ ἀντέστης -
Jr 28,31
LXX · V.XAI3S
διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ -
Jr 28,41
LXX · V.AAI3S
πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν -
Jr 28,56
LXX · V.AAI3P
ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς ἐπτόηται τὸ τόξον αὐτῶν ὅτι θεὸς ἀνταποδίδωσιν αὐτοῖς κύριος ἀνταποδίδωσιν αὐτῇ τὴν ἀνταπόδοσιν -
Ez 17,20
LXX · V.FMI3S
καὶ ἐκπετάσω ἐπ᾿ αὐτὸν τὸ δίκτυόν μου καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ -
Ez 21,29
LXX · V.FMI2P
διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ᾿ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν τοῦ ὁραθῆναι ἁμαρτίας ὑμῶν ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν ἀνθ᾿ ὧν ἀνεμνήσατε ἐν τούτοις ἁλώσεσθε -
Ez 33,21
LXX · V.AAI3S
καὶ ἐγενήθη ἐν τῷ δωδεκάτῳ ἔτει ἐν τῷ δωδεκάτῳ μηνὶ πέμπτῃ τοῦ μηνὸς τῆς αἰχμαλωσίας ἡμῶν ἦλθεν ὁ ἀνασωθεὶς πρός με ἀπὸ Ιερουσαλημ λέγων ἑάλω ἡ πόλις -
Ez 40,1
LXX · V.AAN
καὶ ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει τῆς αἰχμαλωσίας ἡμῶν ἐν τῷ πρώτῳ μηνὶ δεκάτῃ τοῦ μηνὸς ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου καὶ ἤγαγέν με -
Za 14,2
LXX · V.FMI3S
καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ιερουσαλημ εἰς πόλεμον καὶ ἁλώσεται ἡ πόλις καὶ διαρπαγήσονται αἱ οἰκίαι καὶ αἱ γυναῖκες μολυνθήσονται καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολεθρευθῶσιν ἐκ τῆς πόλεως
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)