G608 — 29 wystąpień
G608 · ἀποκλείω (apokleiō) · to shut — ἀπο-κλείω ; [in LXX chiefly for סָגַר ;] ; to shut fast : Luk.13:25. †; (AS) [STEPBible CC BY]
Rdz 1Sdz 21 Sm 72 Sm 32 Krl 52 Krn 1Jdt 11 Mch 4Ps 1Iz 2Dn 1Łk 1
-
Rdz 19,10
LXX · V.AAI3P
ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λωτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν -
Sdz 3,22
LXX · V.AAI3S
καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν Αωδ τὴν προστάδα -
Sdz 3,23
LXX · V.AAI3S
καὶ ἐξῆλθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ᾿ αὐτοῦ καὶ ἐσφήνωσεν -
1 Sm 1,5
LXX · V.AAI3S
καὶ τῇ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἦν αὐτῇ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτῆς -
1 Sm 17,46
LXX · V.FAI3S
καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ -
1 Sm 23,7
LXX · V.XMI3S
καὶ ἀπηγγέλη τῷ Σαουλ ὅτι ἥκει Δαυιδ εἰς Κεϊλα καὶ εἶπεν Σαουλ πέπρακεν αὐτὸν ὁ θεὸς εἰς χεῖράς μου ὅτι ἀποκέκλεισται εἰσελθὼν εἰς πόλιν θυρῶν καὶ μοχλῶν -
1 Sm 23,11
LXX · V.FPI3S
εἰ ἀποκλεισθήσεται καὶ νῦν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δοῦλός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τῷ δούλῳ σου καὶ εἶπεν κύριος ἀποκλεισθήσεται -
1 Sm 23,11
LXX · V.FPI3S
εἰ ἀποκλεισθήσεται καὶ νῦν εἰ καταβήσεται Σαουλ καθὼς ἤκουσεν ὁ δοῦλός σου κύριε ὁ θεὸς Ισραηλ ἀπάγγειλον τῷ δούλῳ σου καὶ εἶπεν κύριος ἀποκλεισθήσεται -
1 Sm 24,19
LXX · V.AAI3S
καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με -
1 Sm 26,8
LXX · V.AAI3S
καὶ εἶπεν Αβεσσα πρὸς Δαυιδ ἀπέκλεισεν σήμερον κύριος τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου καὶ νῦν πατάξω αὐτὸν τῷ δόρατι εἰς τὴν γῆν ἅπαξ καὶ οὐ δευτερώσω αὐτῷ -
2 Sm 13,17
LXX · V.AAD2S
καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ ἐξαποστείλατε δὴ ταύτην ἀπ᾿ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς -
2 Sm 13,18
LXX · V.AAI3S
καὶ ἐπ᾿ αὐτῆς ἦν χιτὼν καρπωτός ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς -
2 Sm 18,28
LXX · V.AAI3S
καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα εἰρήνη καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ εἶπεν εὐλογητὸς κύριος ὁ θεός σου ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ -
2 Krl 4,4
LXX · V.FAI2S
καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς -
2 Krl 4,5
LXX · V.AAI3S
καὶ ἀπῆλθεν παρ᾿ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ᾿ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν -
2 Krl 4,21
LXX · V.AAI3S
καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ θεοῦ καὶ ἀπέκλεισεν κατ᾿ αὐτοῦ καὶ ἐξῆλθεν -
2 Krl 4,33
LXX · V.AAI3S
καὶ εἰσῆλθεν Ελισαιε εἰς τὸν οἶκον καὶ ἀπέκλεισεν τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς κύριον -
2 Krl 6,32
LXX · V.AAD2P
καὶ Ελισαιε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ᾿ αὐτοῦ καὶ ἀπέστειλεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτὸν καὶ αὐτὸς εἶπεν πρὸς τοὺς πρεσβυτέρους εἰ οἴδατε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ οὗτος ἀφελεῖν τὴν κεφαλήν μου ἴδετε ὡς ἂν ἔλθῃ ὁ ἄγγελος ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ -
2 Krn 29,7
LXX · V.AAI3P
καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ καὶ ἔσβεσαν τοὺς λύχνους καὶ θυμίαμα οὐκ ἐθυμίασαν καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ισραηλ -
Jdt 13,1
LXX · V.AAI3S
ὡς δὲ ὀψία ἐγένετο ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν ἦσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον -
1 Mch 5,47
LXX · V.AAI3P
καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις -
1 Mch 10,75
LXX · V.AAI3P
καὶ παρενέβαλεν ἐπὶ Ιοππην καὶ ἀπέκλεισαν αὐτὴν οἱ ἐκ τῆς πόλεως ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ιοππη καὶ ἐπολέμησαν αὐτήν -
1 Mch 11,61
LXX · V.AAI3P
καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς Γάζαν καὶ ἀπέκλεισαν οἱ ἀπὸ Γάζης καὶ περιεκάθισεν περὶ αὐτὴν καὶ ἐνεπύρισεν τὰ περιπόλια αὐτῆς ἐν πυρὶ καὶ ἐσκύλευσεν αὐτά -
1 Mch 12,48
LXX · V.AAI3P
ὡς δὲ εἰσῆλθεν Ιωναθαν εἰς Πτολεμαίδα ἀπέκλεισαν οἱ Πτολεμαεῖς τὰς πύλας καὶ συνέλαβον αὐτόν καὶ πάντας τοὺς συνεισελθόντας μετ᾿ αὐτοῦ ἀπέκτειναν ἐν ῥομφαίᾳ -
Ps 68,31
LXX · V.APN
ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα -
Iz 24,22
LXX · V.FAI3P
καὶ συνάξουσιν καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα καὶ εἰς δεσμωτήριον διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν -
Iz 26,20
LXX · V.AAD2S
βάδιζε λαός μου εἴσελθε εἰς τὰ ταμίειά σου ἀπόκλεισον τὴν θύραν σου ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου -
Dn 6,19
LXX · V.AAI3S
τότε ὑπέστρεψεν ὁ βασιλεὺς εἰς τὰ βασίλεια αὐτοῦ καὶ ηὐλίσθη νῆστις καὶ ἦν λυπούμενος περὶ τοῦ Δανιηλ τότε ὁ θεὸς τοῦ Δανιηλ πρόνοιαν ποιούμενος αὐτοῦ ἀπέκλεισε τὰ στόματα τῶν λεόντων καὶ οὐ παρηνώχλησαν τῷ Δανιηλ -
Łk 13,25
SBLGNT · 3AAS-S--
ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)