G599 — 635 wystąpień
G599 · ἀποθνήσκω (apothnēskō) · to die — ἀπο-θνῄσκω , ; [in LXX chiefly for מוּת ;] ; to die : of natural death, Mrk.5:35 , al.; of violent death (pass. of ἀποκτείνω), esp. of Christ, Mat.26:35 , Jhn.12:33 , Heb.10:28 , al.; of spiritual death, Jhn.6:50 , Rom.8:13 , al.; with dati… [STEPBible CC BY]
Rdz 69Wj 15Kpł 16Lb 49Pwt 33Joz 7Sdz 24Rt 51 Sm 232 Sm 391 Krl 192 Krl 331 Krn 232 Krn 18Tb 19Jdt 5Est 11 Mch 212 Mch 6Hi 7Ps 5Prz 4Koh 5Syr 8Iz 11Jr 22Ba 2Ez 24Dn 3Oz 1Am 2Jon 2Ha 1Za 2Mt 5Mk 8Łk 10J 28Dz 4Rz 231 Kor 72 Kor 5Ga 2Flp 1Kol 21 Tes 2Hbr 7Jud 1Ap 6
-
Rdz 2,17
LXX · V.FMI2P
ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ θανάτῳ ἀποθανεῖσθε -
Rdz 3,3
LXX · V.AAS2P
ἀπὸ δὲ καρποῦ τοῦ ξύλου ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου εἶπεν ὁ θεός οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ ἵνα μὴ ἀποθάνητε -
Rdz 3,4
LXX · V.FMI2P
καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί οὐ θανάτῳ ἀποθανεῖσθε -
Rdz 5,5
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Αδαμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη καὶ ἀπέθανεν -
Rdz 5,8
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σηθ ἐννακόσια καὶ δώδεκα ἔτη καὶ ἀπέθανεν -
Rdz 5,11
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ενως ἐννακόσια καὶ πέντε ἔτη καὶ ἀπέθανεν -
Rdz 5,14
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καιναν ἐννακόσια καὶ δέκα ἔτη καὶ ἀπέθανεν -
Rdz 5,17
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεηλ ὀκτακόσια καὶ ἐνενήκοντα πέντε ἔτη καὶ ἀπέθανεν -
Rdz 5,20
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ιαρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη καὶ ἀπέθανεν -
Rdz 5,27
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσαλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη καὶ ἀπέθανεν -
Rdz 5,31
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λαμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη καὶ ἀπέθανεν -
Rdz 7,21
LXX · V.AAI3S
καὶ ἀπέθανεν πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος -
Rdz 7,22
LXX · V.AAI3S
καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν -
Rdz 9,11
LXX · V.FMI3S
καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν -
Rdz 9,29
LXX · V.AAI3S
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη καὶ ἀπέθανεν -
Rdz 11,11
LXX · V.AAI3S
καὶ ἔζησεν Σημ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Αρφαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,13
LXX · V.AAI3S
καὶ ἔζησεν Αρφαξαδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,13
LXX · V.AAI3S
καὶ ἔζησεν Αρφαξαδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,15
LXX · V.AAI3S
καὶ ἔζησεν Σαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,17
LXX · V.AAI3S
καὶ ἔζησεν Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,19
LXX · V.AAI3S
καὶ ἔζησεν Φαλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,21
LXX · V.AAI3S
καὶ ἔζησεν Ραγαυ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,23
LXX · V.AAI3S
καὶ ἔζησεν Σερουχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,25
LXX · V.AAI3S
καὶ ἔζησεν Ναχωρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν -
Rdz 11,28
LXX · V.AAI3S
καὶ ἀπέθανεν Αρραν ἐνώπιον Θαρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγενήθη ἐν τῇ χώρᾳ τῶν Χαλδαίων -
Rdz 11,32
LXX · V.AAI3S
καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη καὶ ἀπέθανεν Θαρα ἐν Χαρραν -
Rdz 19,19
LXX · V.AAS1S
ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου ὃ ποιεῖς ἐπ᾿ ἐμέ τοῦ ζῆν τὴν ψυχήν μου ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω -
Rdz 20,3
LXX · V.PAI2S
καὶ εἰσῆλθεν ὁ θεὸς πρὸς Αβιμελεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν ἰδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικός ἧς ἔλαβες αὕτη δέ ἐστιν συνῳκηκυῖα ἀνδρί -
Rdz 20,7
LXX · V.FMI2S
νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ εἰ δὲ μὴ ἀποδίδως γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά -
Rdz 23,2
LXX · V.AAI3S
καὶ ἀπέθανεν Σαρρα ἐν πόλει Αρβοκ ἥ ἐστιν ἐν τῷ κοιλώματι αὕτη ἐστὶν Χεβρων ἐν γῇ Χανααν ἦλθεν δὲ Αβρααμ κόψασθαι Σαρραν καὶ πενθῆσαι -
Rdz 25,8
LXX · V.AAI3S
καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ -
Rdz 25,11
LXX · V.AAN
ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν Ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως -
Rdz 25,17
LXX · V.AAI3S
καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ -
Rdz 26,9
LXX · V.AAS1S
ἐκάλεσεν δὲ Αβιμελεχ τὸν Ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ Ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δι᾿ αὐτήν -
Rdz 26,18
LXX · V.AAN
καὶ πάλιν Ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν Αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν Αβρααμ ὁ πατὴρ αὐτοῦ -
Rdz 27,4
LXX · V.AAN
καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ καὶ ἔνεγκέ μοι ἵνα φάγω ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με -
Rdz 27,7
LXX · V.AAN
ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ τοῦ ἀποθανεῖν με -
Rdz 27,10
LXX · V.AAN
καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν -
Rdz 33,13
LXX · V.FMI3P
εἶπεν δὲ αὐτῷ ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν ἀποθανοῦνται πάντα τὰ κτήνη -
Rdz 35,8
LXX · V.AAI3S
ἀπέθανεν δὲ Δεββωρα ἡ τροφὸς Ρεβεκκας κατώτερον Βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους -
Rdz 35,18
LXX · V.IAI3S
ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν Βενιαμιν -
Rdz 35,19
LXX · V.AAI3S
ἀπέθανεν δὲ Ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ Εφραθα αὕτη ἐστὶν Βηθλεεμ -
Rdz 35,29
LXX · V.AAI3S
καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν καὶ ἔθαψαν αὐτὸν Ησαυ καὶ Ιακωβ οἱ υἱοὶ αὐτοῦ -
Rdz 36,33
LXX · V.AAI3S
ἀπέθανεν δὲ Βαλακ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ιωβαβ υἱὸς Ζαρα ἐκ Βοσορρας -
Rdz 36,34
LXX · V.AAI3S
ἀπέθανεν δὲ Ιωβαβ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ασομ ἐκ τῆς γῆς Θαιμανων -
Rdz 36,35
LXX · V.AAI3S
ἀπέθανεν δὲ Ασομ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ -
Rdz 36,36
LXX · V.AAI3S
ἀπέθανεν δὲ Αδαδ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαλα ἐκ Μασεκκας -
Rdz 36,37
LXX · V.AAI3S
ἀπέθανεν δὲ Σαμαλα καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαουλ ἐκ Ροωβωθ τῆς παρὰ ποταμόν -
Rdz 36,38
LXX · V.AAI3S
ἀπέθανεν δὲ Σαουλ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννων υἱὸς Αχοβωρ -
Rdz 36,39
LXX · V.AAI3S
ἀπέθανεν δὲ Βαλαεννων υἱὸς Αχοβωρ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Αραδ υἱὸς Βαραδ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογωρ ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μαιτεβεηλ θυγάτηρ Ματραιθ υἱοῦ Μαιζοοβ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)