G5560 — 26 wystąpień
G5560 · χωλός (chōlos) · lame — χωλός , -ή, -όν ; [in LXX for פִּסֵּחַ ;] ; lame, halt, maimed : Mat.11:5 15:30-31 18:8 21:14 , Mrk.9:45 , Luk.7:22 14:13, 21 , Jhn.5:3 , Act.3:2 8:7 14:8 , Heb.12:13 .†; (AS) [STEPBible CC BY]
Kpł 1Pwt 12 Sm 5Hi 1Iz 2Ml 2Mt 5Mk 1Łk 3J 1Dz 3Hbr 1
-
Kpł 21,18
LXX · A.NSM
πᾶς ἄνθρωπος ᾧ ἂν ᾖ ἐν αὐτῷ μῶμος οὐ προσελεύσεται ἄνθρωπος χωλὸς ἢ τυφλὸς ἢ κολοβόρριν ἢ ὠτότμητος -
Pwt 15,21
LXX · A.NSN
ἐὰν δὲ ᾖ ἐν αὐτῷ μῶμος χωλὸν ἢ τυφλὸν ἢ καὶ πᾶς μῶμος πονηρός οὐ θύσεις αὐτὸ κυρίῳ τῷ θεῷ σου -
2 Sm 5,6
LXX · A.NPM
καὶ ἀπῆλθεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ιερουσαλημ πρὸς τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ Δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυιδ ὧδε -
2 Sm 5,8
LXX · A.APM
καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου -
2 Sm 5,8
LXX · A.NPM
καὶ εἶπεν Δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων Ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυιδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου -
2 Sm 9,13
LXX · A.NSM
καὶ Μεμφιβοσθε κατῴκει ἐν Ιερουσαλημ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ -
2 Sm 19,27
LXX · A.NSM
καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ᾿ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου -
Hi 29,15
LXX · A.GPM
ὀφθαλμὸς ἤμην τυφλῶν ποὺς δὲ χωλῶν -
Iz 33,23
LXX · A.NPM
ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν -
Iz 35,6
LXX · A.NSM
τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ -
Ml 1,8
LXX · A.ASM
διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ -
Ml 1,13
LXX · A.APN
καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παντοκράτωρ -
Mt 11,5
SBLGNT · ----NPM-
τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· -
Mt 15,30
SBLGNT · ----APM-
καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ’ ἑαυτῶν κωφούς, τυφλούς, χωλούς, κυλλούς, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐθεράπευσεν αὐτούς· -
Mt 15,31
SBLGNT · ----APM-
ὥστε τὸν ὄχλον θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ. -
Mt 18,8
SBLGNT · ----ASM-
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. -
Mt 21,14
SBLGNT · ----NPM-
Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. -
Mk 9,45
SBLGNT · ----ASM-
καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν. -
Łk 7,22
SBLGNT · ----NPM-
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· -
Łk 14,13
SBLGNT · ----APM-
ἀλλ’ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· -
Łk 14,21
SBLGNT · ----APM-
καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. -
J 5,3
SBLGNT · ----GPM-
ἐν ταύταις κατέκειτο πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν. -
Dz 3,2
SBLGNT · ----NSM-
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ’ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν, -
Dz 8,7
SBLGNT · ----NPM-
πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν· -
Dz 14,8
SBLGNT · ----NSM-
Καί τις ἀνὴρ ἀδύνατος ἐν Λύστροις τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν. -
Hbr 12,13
SBLGNT · ----NSN-
καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)