G5549 — 26 wystąpień
G5549 · χρονίζω (chronizō) · to delay — χρονίζω ; (χρόνος), [in LXX chiefly for אָחַר pi. ;] ; to spend or take time, to tarry, linger, delay : Mat.24:48 25:5 , Heb.10:37 ; before ἐν, with dative loc., Luk.1:21; with inf., Luk.12:45. †; (AS) [STEPBible CC BY]
Rdz 2Wj 1Pwt 2Sdz 12 Sm 1Tb 3Ps 2Prz 1Koh 1Syr 3Iz 2Dn 1Ha 1Mt 2Łk 2Hbr 1
-
Rdz 32,5
LXX · V.AAI1S
καὶ ἐνετείλατο αὐτοῖς λέγων οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ησαυ οὕτως λέγει ὁ παῖς σου Ιακωβ μετὰ Λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν -
Rdz 34,19
LXX · V.AAI3S
καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ιακωβ αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ -
Wj 32,1
LXX · V.XAI3S
καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους συνέστη ὁ λαὸς ἐπὶ Ααρων καὶ λέγουσιν αὐτῷ ἀνάστηθι καὶ ποίησον ἡμῖν θεούς οἳ προπορεύσονται ἡμῶν ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ -
Pwt 4,25
LXX · V.AAS2P
ἐὰν δὲ γεννήσῃς υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν σου καὶ χρονίσητε ἐπὶ τῆς γῆς καὶ ἀνομήσητε καὶ ποιήσητε γλυπτὸν ὁμοίωμα παντὸς καὶ ποιήσητε τὰ πονηρὰ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν παροργίσαι αὐτόν -
Pwt 23,22
LXX · V.FAI2S
ἐὰν δὲ εὔξῃ εὐχὴν κυρίῳ τῷ θεῷ σου οὐ χρονιεῖς ἀποδοῦναι αὐτήν ὅτι ἐκζητῶν ἐκζητήσει κύριος ὁ θεός σου παρὰ σοῦ καὶ ἔσται ἐν σοὶ ἁμαρία -
Sdz 5,28
LXX · V.AAI3P
διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ -
2 Sm 20,5
LXX · V.AAI3S
καὶ ἐπορεύθη Αμεσσαϊ τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυιδ -
Tb 5,8
LXX · V.AAS2S
καὶ εἶπεν αὐτῷ πορεύου καὶ μὴ χρονίσῃς -
Tb 9,4
LXX · V.AAS1S
καὶ ὁ πατήρ μου ἀριθμεῖ τὰς ἡμέρας καὶ ἐὰν χρονίσω μέγα ὀδυνηθήσεται λίαν -
Tb 10,4
LXX · V.XAI3S
εἶπεν δὲ αὐτῷ ἡ γυνή ἀπώλετο τὸ παιδίον διότι κεχρόνικεν καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν -
Ps 40,18
LXX · V.AAS2S
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης κύριος φροντιεῖ μου βοηθός μου καὶ ὑπερασπιστής μου σὺ εἶ ὁ θεός μου μὴ χρονίσῃς -
Ps 70,6
LXX · V.AAS2S
ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἶ σύ κύριε μὴ χρονίσῃς -
Prz 31,21
LXX · V.PAS3S
οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ᾿ αὐτῆς ἐνδιδύσκονται -
Koh 5,3
LXX · V.AAS2S
καθὼς ἂν εὔξῃ εὐχὴν τῷ θεῷ μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν ὅτι οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν σὺν ὅσα ἐὰν εὔξῃ ἀπόδος -
Syr 6,21
LXX · V.FAI3S
ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ᾿ αὐτῷ καὶ οὐ χρονιεῖ ἀπορρῖψαι αὐτήν -
Syr 7,16
LXX · V.FAI3S
μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ -
Syr 14,12
LXX · V.FAI3S
μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι -
Iz 13,22
LXX · V.FAI3S
καὶ ὀνοκένταυροι ἐκεῖ κατοικήσουσιν καὶ νοσσοποιήσουσιν ἐχῖνοι ἐν τοῖς οἴκοις αὐτῶν ταχὺ ἔρχεται καὶ οὐ χρονιεῖ -
Iz 51,14
LXX · V.FAI3S
ἐν γὰρ τῷ σῴζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ -
Dn 9,19
LXX · V.AAS2S
κύριε σὺ ἱλάτευσον κύριε ἐπάκουσον καὶ ποίησον καὶ μὴ χρονίσῃς ἕνεκα σεαυτοῦ δέσποτα ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου Σιων καὶ ἐπὶ τὸν λαόν σου Ισραηλ -
Ha 2,3
LXX · V.AAS3S
διότι ἔτι ὅρασις εἰς καιρὸν καὶ ἀνατελεῖ εἰς πέρας καὶ οὐκ εἰς κενόν ἐὰν ὑστερήσῃ ὑπόμεινον αὐτόν ὅτι ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ -
Mt 24,48
SBLGNT · 3PAI-S--
ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει μου ὁ κύριος, -
Mt 25,5
SBLGNT · -PAPGSM-
χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. -
Łk 1,21
SBLGNT · -PAN----
Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν. -
Łk 12,45
SBLGNT · 3PAI-S--
ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, -
Hbr 10,37
SBLGNT · 3FAI-S--
ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)