G5348 — 23 wystąpień
G5348 · φθάνω (phthanō) · to precede/arrive — φθάνω ; [in LXX for נָגַע hi., מְטָא, etc. ;] ; __1. to come before another, anticipate (cl.): with accusative of person(s), 1Th.4:15. ; __2. In late writers and M Gr. (see Kennedy, Sources , 156; Lft., Notes , 35), to come, arrive : Rom.9:31;… [STEPBible CC BY]
Sdz 22 Sm 11 Krl 12 Krn 1Ezd 1Ne 1Tb 1Koh 3Pnp 1Mdr 3Syr 1Mt 1Łk 1Rz 12 Kor 1Flp 11 Tes 2
-
Sdz 20,34
LXX · V.PAI3S
καὶ ἦλθον ἐξ ἐναντίας Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ παράταξις βαρεῖα καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι φθάνει ἐπ᾿ αὐτοὺς ἡ κακία -
Sdz 20,42
LXX · V.AAI3S
καὶ ἐπέβλεψαν ἐνώπιον υἱῶν Ισραηλ εἰς ὁδὸν τῆς ἐρήμου καὶ ἔφυγον καὶ ἡ παράταξις ἔφθασεν ἐπ᾿ αὐτούς καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειρον αὐτοὺς ἐν μέσῳ αὐτῶν -
2 Sm 20,13
LXX · V.AAI3S
ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι -
1 Krl 12,18
LXX · V.AAI3S
καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν πᾶς Ισραηλ ἐν λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ιερουσαλημ -
2 Krn 28,9
LXX · V.XAI3S
καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου Ωδηδ ὄνομα αὐτῷ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς ἰδοὺ ὀργὴ κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ιουδαν καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ ἕως τῶν οὐρανῶν ἔφθακεν -
Ezd 3,1
LXX · V.AAI3S
καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ συνήχθη ὁ λαὸς ὡς ἀνὴρ εἷς εἰς Ιερουσαλημ -
Ne 7,73
LXX · V.AAI3S
καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ πυλωροὶ καὶ οἱ ᾄδοντες καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ναθινιμ καὶ πᾶς Ισραηλ ἐν πόλεσιν αὐτῶν καὶ ἔφθασεν ὁ μὴν ὁ ἕβδομος καὶ οἱ υἱοὶ Ισραηλ ἐν πόλεσιν αὐτῶν -
Tb 5,19
LXX · V.AAO3S
ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο -
Koh 8,14
LXX · V.PAI3S
ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν καὶ εἰσὶν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων εἶπα ὅτι καί γε τοῦτο ματαιότης -
Koh 8,14
LXX · V.PAI3S
ἔστιν ματαιότης ἣ πεποίηται ἐπὶ τῆς γῆς ὅτι εἰσὶ δίκαιοι ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν ἀσεβῶν καὶ εἰσὶν ἀσεβεῖς ὅτι φθάνει πρὸς αὐτοὺς ὡς ποίημα τῶν δικαίων εἶπα ὅτι καί γε τοῦτο ματαιότης -
Koh 12,1
LXX · V.AAS3P
καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου ἕως ὅτου μὴ ἔλθωσιν ἡμέραι τῆς κακίας καὶ φθάσωσιν ἔτη ἐν οἷς ἐρεῖς οὐκ ἔστιν μοι ἐν αὐτοῖς θέλημα -
Pnp 2,12
LXX · V.XAI3S
τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ καιρὸς τῆς τομῆς ἔφθακεν φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν -
Mdr 4,7
LXX · V.AAS3S
δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται -
Mdr 6,13
LXX · V.PAI3S
φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι -
Mdr 16,28
LXX · V.PAN
ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ᾿ εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι -
Syr 33,17
LXX · V.AAI1S
ἐν εὐλογίᾳ κυρίου ἔφθασα καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν -
Mt 12,28
SBLGNT · 3AAI-S--
εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. -
Łk 11,20
SBLGNT · 3AAI-S--
εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. -
Rz 9,31
SBLGNT · 3AAI-S--
Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς νόμον οὐκ ἔφθασεν. -
2 Kor 10,14
SBLGNT · 1AAI-P--
οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς, ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ— -
Flp 3,16
SBLGNT · 1AAI-P--
πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν. -
1 Tes 2,16
SBLGNT · 3AAI-S--
κωλυόντων ἡμᾶς τοῖς ἔθνεσιν λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. ἔφθασεν δὲ ἐπ’ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. -
1 Tes 4,15
SBLGNT · 1AAS-P--
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)