G5297 — 20 wystąpień
G5297 · ὑποφέρω (hupopherō) · to endure — ὑπο-φέρω ; [in LXX for נָשָׂא, etc. ;] ; to bear by being under. Metaphorical, to endure : with accusative of thing(s), 1Co.10:13 , 2Ti.3:11 , 1Pe.2:19 .†; (AS) [STEPBible CC BY]
1 Krl 12 Mch 3Hi 4Ps 2Prz 3Syr 1Dn 1Am 1Mi 11 Kor 12 Tm 11 P 1
-
1 Krl 8,64
LXX · V.AAN
τῇ ἡμέρᾳ ἐκείνῃ ἡγίασεν ὁ βασιλεὺς τὸ μέσον τῆς αὐλῆς τὸ κατὰ πρόσωπον τοῦ οἴκου κυρίου ὅτι ἐποίησεν ἐκεῖ τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας καὶ τὰ στέατα τῶν εἰρηνικῶν ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἐνώπιον κυρίου μικρὸν τοῦ μὴ δύνασθαι τὴν ὁλοκαύτωσιν καὶ τὰς θυσίας τῶν εἰρηνικῶν ὑπενεγκεῖν -
2 Mch 2,27
LXX · V.FAI1P
καθάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν -
2 Mch 6,30
LXX · V.PAI1S
μέλλων δὲ ταῖς πληγαῖς τελευτᾶν ἀναστενάξας εἶπεν τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου σκληρὰς ὑποφέρω κατὰ τὸ σῶμα ἀλγηδόνας μαστιγούμενος κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω -
2 Mch 7,36
LXX · V.AAPNPM
οἱ μὲν γὰρ νῦν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωῆς ὑπὸ διαθήκην θεοῦ πεπτώκασιν σὺ δὲ τῇ τοῦ θεοῦ κρίσει δίκαια τὰ πρόστιμα τῆς ὑπερηφανίας ἀποίσῃ -
Hi 2,10
LXX · V.FAI1P
ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου τὰ κακὰ οὐχ ὑποίσομεν ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιωβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ -
Hi 4,2
LXX · V.FAI3S
μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει -
Hi 15,35
LXX · V.FAI3S
ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας ἀποβήσεται δὲ αὐτῷ κενά ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον -
Hi 31,23
LXX · V.FAI1S
φόβος γὰρ κυρίου συνέσχεν με καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω -
Ps 55,13
LXX · V.AAI1S
ὅτι εἰ ἐχθρὸς ὠνείδισέν με ὑπήνεγκα ἄν καὶ εἰ ὁ μισῶν με ἐπ᾿ ἐμὲ ἐμεγαλορρημόνησεν ἐκρύβην ἂν ἀπ᾿ αὐτοῦ -
Ps 69,8
LXX · V.AAI1S
ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου -
Prz 6,33
LXX · V.PAI3S
ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα -
Prz 14,17
LXX · V.PAI3S
ὀξύθυμος πράσσει μετὰ ἀβουλίας ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει -
Prz 18,14
LXX · V.FAI3S
θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει -
Syr 22,15
LXX · V.AAN
ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον -
Dn 13,57
LXX · V.AAN
καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν ἀλλ᾿ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν -
Am 7,10
LXX · V.AAN
καὶ ἐξαπέστειλεν Αμασιας ὁ ἱερεὺς Βαιθηλ πρὸς Ιεροβοαμ βασιλέα Ισραηλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ Αμως ἐν μέσῳ οἴκου Ισραηλ οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ -
Mi 7,9
LXX · V.FAI1S
ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου καὶ ποιήσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς ὄψομαι τὴν δικαιοσύνην αὐτοῦ -
1 Kor 10,13
SBLGNT · -AAN----
πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν. -
2 Tm 3,11
SBLGNT · 1AAI-S--
τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα· καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος. -
1 P 2,19
SBLGNT · 3PAI-S--
τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως·
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)