G5259 — 639 wystąpień
G5259 · ὑπό (hupo) · by/under: by — ὑπό (before smooth breathing ὑπ᾽, Mat.8:9 b, Luk.7:8 b; before rough breathing ὑφ᾽, Rom.3:9; on the neglect of elision in Mt, Lk, ll. witha, Gal.3:22 , see WH, App. , 146; Tdf., Pr. , iv), ; prep. with genitive, dative (not in NT), accusat… [STEPBible CC BY]
Rdz 14Wj 21Kpł 5Lb 8Pwt 13Joz 10Sdz 5Rt 11 Sm 62 Sm 31 Krl 91 Krn 12 Krn 3Tb 4Jdt 4Est 191 Mch 192 Mch 56Hi 33Ps 14Prz 20Koh 33Pnp 4Mdr 18Syr 19Iz 26Jr 5Lm 1Ba 19Ez 7Dn 14Oz 2Jon 2So 1Mt 28Mk 12Łk 31J 2Dz 41Rz 141 Kor 212 Kor 12Ga 14Ef 4Flp 2Kol 21 Tes 42 Tes 11 Tm 12 Tm 1Hbr 9Jk 71 P 22 P 53 J 2Jud 3Ap 2
-
Rdz 9,2
LXX · P
καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης ὑπὸ χεῖρας ὑμῖν δέδωκα -
Rdz 16,9
LXX · P
εἶπεν δὲ αὐτῇ ὁ ἄγγελος κυρίου ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς -
Rdz 18,4
LXX · P
λημφθήτω δὴ ὕδωρ καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν καὶ καταψύξατε ὑπὸ τὸ δένδρον -
Rdz 18,8
LXX · P
ἔλαβεν δὲ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησεν καὶ παρέθηκεν αὐτοῖς καὶ ἐφάγοσαν αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον -
Rdz 19,8
LXX · P
εἰσὶν δέ μοι δύο θυγατέρες αἳ οὐκ ἔγνωσαν ἄνδρα ἐξάξω αὐτὰς πρὸς ὑμᾶς καὶ χρήσασθε αὐταῖς καθὰ ἂν ἀρέσκῃ ὑμῖν μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε μηδὲν ἄδικον οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου -
Rdz 24,2
LXX · P
καὶ εἶπεν Αβρααμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου -
Rdz 24,9
LXX · P
καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Αβρααμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου -
Rdz 26,29
LXX · P
μὴ ποιήσειν μεθ᾿ ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου -
Rdz 35,4
LXX · P
καὶ ἔδωκαν τῷ Ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ κατέκρυψεν αὐτὰ Ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν Σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας -
Rdz 35,8
LXX · P
ἀπέθανεν δὲ Δεββωρα ἡ τροφὸς Ρεβεκκας κατώτερον Βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους -
Rdz 41,35
LXX · P
καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραω βρώματα ἐν ταῖς πόλεσιν φυλαχθήτω -
Rdz 45,21
LXX · P
ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ ἔδωκεν δὲ Ιωσηφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν -
Rdz 45,27
LXX · P
ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ Ιωσηφ ὅσα εἶπεν αὐτοῖς ἰδὼν δὲ τὰς ἁμάξας ἃς ἀπέστειλεν Ιωσηφ ὥστε ἀναλαβεῖν αὐτόν ἀνεζωπύρησεν τὸ πνεῦμα Ιακωβ τοῦ πατρὸς αὐτῶν -
Rdz 47,29
LXX · P
ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποθανεῖν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηφ καὶ εἶπεν αὐτῷ εἰ εὕρηκα χάριν ἐναντίον σου ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ᾿ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ -
Wj 3,1
LXX · P
καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ιοθορ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρηβ -
Wj 5,14
LXX · P
καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταθέντες ἐπ᾿ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν καὶ τὸ τῆς σήμερον -
Wj 14,27
LXX · P
ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ καὶ ἐξετίναξεν κύριος τοὺς Αἰγυπτίους μέσον τῆς θαλάσσης -
Wj 16,3
LXX · P
καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ Αἰγύπτῳ ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ -
Wj 17,12
LXX · P
αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ᾿ αὐτόν καὶ ἐκάθητο ἐπ᾿ αὐτοῦ καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγμέναι ἕως δυσμῶν ἡλίου -
Wj 17,14
LXX · P
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν κατάγραψον τοῦτο εἰς μνημόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ ὅτι ἀλοιφῇ ἐξαλείψω τὸ μνημόσυνον Αμαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν -
Wj 19,17
LXX · P
καὶ ἐξήγαγεν Μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ θεοῦ ἐκ τῆς παρεμβολῆς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος -
Wj 21,20
LXX · P
ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ δίκῃ ἐκδικηθήτω -
Wj 22,29
LXX · P
οὕτως ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό -
Wj 23,5
LXX · P
ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον αὐτοῦ οὐ παρελεύσῃ αὐτό ἀλλὰ συνεγερεῖς αὐτὸ μετ᾿ αὐτοῦ -
Wj 24,4
LXX · P
καὶ ἔγραψεν Μωυσῆς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ισραηλ -
Wj 24,10
LXX · P
καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι -
Wj 25,27
LXX · P
ὑπὸ τὴν στεφάνην καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν -
Wj 25,35
LXX · P
ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας -
Wj 25,35
LXX · P
ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς οὕτως τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας -
Wj 27,5
LXX · P
καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν ἔσται δὲ ἡ ἐσχάρα ἕως τοῦ ἡμίσους τοῦ θυσιαστηρίου -
Wj 30,4
LXX · P
καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ εἰς τὰ δύο κλίτη ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς -
Wj 32,19
LXX · P
καὶ ἡνίκα ἤγγιζεν τῇ παρεμβολῇ ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος -
Wj 36,29
LXX · P
καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον -
Wj 38,24
LXX · P
οὗτος ἐποίησεν τῷ θυσιαστηρίῳ παράθεμα ἔργον δικτυωτόν κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡμίσους αὐτοῦ καὶ ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων μερῶν τοῦ παραθέματος τοῦ θυσιαστηρίου χαλκοῦς τοῖς μοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοῖς -
Wj 40,20
LXX · P
καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν -
Kpł 10,6
LXX · P
καὶ εἶπεν Μωυσῆς πρὸς Ααρων καὶ Ελεαζαρ καὶ Ιθαμαρ τοὺς υἱοὺς αὐτοῦ τοὺς καταλελειμμένους τὴν κεφαλὴν ὑμῶν οὐκ ἀποκιδαρώσετε καὶ τὰ ἱμάτια ὑμῶν οὐ διαρρήξετε ἵνα μὴ ἀποθάνητε καὶ ἐπὶ πᾶσαν τὴν συναγωγὴν ἔσται θυμός οἱ ἀδελφοὶ ὑμῶν πᾶς ὁ οἶκος Ισραηλ κλαύσονται τὸν ἐμπυρισμόν ὃν ἐνεπυρίσθησαν ὑπὸ κυρίου -
Kpł 20,16
LXX · P
καὶ γυνή ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπ᾿ αὐτοῦ ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος θανάτῳ θανατούσθωσαν ἔνοχοί εἰσιν -
Kpł 22,27
LXX · P
μόσχον ἢ πρόβατον ἢ αἶγα ὡς ἂν τεχθῇ καὶ ἔσται ἑπτὰ ἡμέρας ὑπὸ τὴν μητέρα τῇ δὲ ἡμέρᾳ τῇ ὀγδόῃ καὶ ἐπέκεινα δεχθήσεται εἰς δῶρα κάρπωμα κυρίῳ -
Kpł 26,43
LXX · P
καὶ ἡ γῆ ἐγκαταλειφθήσεται ὑπ᾿ αὐτῶν τότε προσδέξεται ἡ γῆ τὰ σάββατα αὐτῆς ἐν τῷ ἐρημωθῆναι αὐτὴν δι᾿ αὐτούς καὶ αὐτοὶ προσδέξονται τὰς αὐτῶν ἀνομίας ἀνθ᾿ ὧν τὰ κρίματά μου ὑπερεῖδον καὶ τοῖς προστάγμασίν μου προσώχθισαν τῇ ψυχῇ αὐτῶν -
Kpł 27,32
LXX · P
καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων καὶ πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ -
Lb 4,27
LXX · P
κατὰ στόμα Ααρων καὶ τῶν υἱῶν αὐτοῦ ἔσται ἡ λειτουργία τῶν υἱῶν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτῶν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι᾿ αὐτῶν καὶ ἐπισκέψῃ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ᾿ αὐτῶν -
Lb 4,31
LXX · P
καὶ ταῦτα τὰ φυλάγματα τῶν αἰρομένων ὑπ᾿ αὐτῶν κατὰ πάντα τὰ ἔργα αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τὰς κεφαλίδας τῆς σκηνῆς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτῆς καὶ τὰς βάσεις αὐτῆς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτῶν καὶ οἱ στύλοι αὐτῶν καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς -
Lb 4,32
LXX · P
καὶ τοὺς στύλους τῆς αὐλῆς κύκλῳ καὶ αἱ βάσεις αὐτῶν καὶ τοὺς στύλους τοῦ καταπετάσματος τῆς πύλης τῆς αὐλῆς καὶ τὰς βάσεις αὐτῶν καὶ τοὺς πασσάλους αὐτῶν καὶ τοὺς κάλους αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ πάντα τὰ λειτουργήματα αὐτῶν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τῆς φυλακῆς τῶν αἰρομένων ὑπ᾿ αὐτῶν -
Lb 5,19
LXX · P
καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρεῖ τῇ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου -
Lb 5,20
LXX · P
εἰ δὲ σὺ παραβέβηκας ὑπ᾿ ἀνδρὸς οὖσα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ πλὴν τοῦ ἀνδρός σου -
Lb 5,29
LXX · P
οὗτος ὁ νόμος τῆς ζηλοτυπίας ᾧ ἐὰν παραβῇ ἡ γυνὴ ὑπ᾿ ἀνδρὸς οὖσα καὶ μιανθῇ -
Lb 6,18
LXX · P
καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου τὴν κεφαλὴν τῆς εὐχῆς αὐτοῦ καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πῦρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν τοῦ σωτηρίου -
Lb 26,64
LXX · P
καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα -
Pwt 3,17
LXX · P
καὶ ἡ Αραβα καὶ ὁ Ιορδάνης ὅριον Μαχαναρεθ καὶ ἕως θαλάσσης Αραβα θαλάσσης ἁλυκῆς ὑπὸ Ασηδωθ τὴν Φασγα ἀνατολῶν -
Pwt 4,11
LXX · P
καὶ προσήλθετε καὶ ἔστητε ὑπὸ τὸ ὄρος καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ σκότος γνόφος θύελλα φωνὴ μεγάλη
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)