G5225 — 148 wystąpień
G5225 · ὑπάρχω (huparchō) · be already — ὑπάρχω ; [in LXX for הָיָה, יֵשׁ, לוּן, etc.; τ. ὑπάρχοντα for מִקְנֶה, רְכוּשׁ, etc. ;] ; __1. to begin, make a beginning (Hom., Hdt., al.). ; __2. to be in existence, be ready, be at hand (Hdt., Thuc., al.): Act.19:40 27:12, 21 ; before ἐν, Act.28:… [STEPBible CC BY]
Rdz 4Wj 3Lb 1Pwt 1Joz 2Rt 21 Sm 12 Krn 3Tb 7Jdt 1Est 21 Mch 12 Mch 5Hi 5Ps 13Prz 7Mdr 1Syr 3Jr 5Lm 3Ba 5Ez 4Jl 1Am 2Mi 2Ha 1So 1Za 1Ml 1Mt 3Łk 15Dz 25Rz 11 Kor 52 Kor 2Ga 2Flp 2Hbr 1Jk 12 P 3
-
Rdz 24,59
LXX · V.PAPAPN
καὶ ἐξέπεμψαν Ρεβεκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τὸν Αβρααμ καὶ τοὺς μετ᾿ αὐτοῦ -
Rdz 39,5
LXX · V.PAPDPN
ἐγένετο δὲ μετὰ τὸ κατασταθῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ καὶ ηὐλόγησεν κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ιωσηφ καὶ ἐγενήθη εὐλογία κυρίου ἐν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ -
Rdz 42,13
LXX · V.PAI3S
οἱ δὲ εἶπαν δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοὶ ἐν γῇ Χανααν καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ὁ δὲ ἕτερος οὐχ ὑπάρχει -
Rdz 42,32
LXX · V.PAI3S
δώδεκα ἀδελφοί ἐσμεν υἱοὶ τοῦ πατρὸς ἡμῶν ὁ εἷς οὐχ ὑπάρχει ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χανααν -
Wj 14,11
LXX · V.PAN
καὶ εἶπεν πρὸς Μωυσῆν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου -
Wj 22,2
LXX · V.PAS3S
ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ᾿ αὐτῷ ἔνοχός ἐστιν ἀνταποθανεῖται ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ πραθήτω ἀντὶ τοῦ κλέμματος -
Wj 32,24
LXX · V.PAI3S
καὶ εἶπα αὐτοῖς εἴ τινι ὑπάρχει χρυσία περιέλεσθε καὶ ἔδωκάν μοι καὶ ἔρριψα εἰς τὸ πῦρ καὶ ἐξῆλθεν ὁ μόσχος οὗτος -
Lb 32,4
LXX · V.PAI3S
τὴν γῆν ἣν παρέδωκεν κύριος ἐνώπιον τῶν υἱῶν Ισραηλ γῆ κτηνοτρόφος ἐστίν καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει -
Pwt 20,14
LXX · V.PAS3S
πλὴν τῶν γυναικῶν καὶ τῆς ἀποσκευῆς καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἂν ὑπάρχῃ ἐν τῇ πόλει καὶ πᾶσαν τὴν ἀπαρτίαν προνομεύσεις σεαυτῷ καὶ φάγῃ πᾶσαν τὴν προνομὴν τῶν ἐχθρῶν σου ὧν κύριος ὁ θεός σου δίδωσίν σοι -
Joz 4,6
LXX · V.PAS3P
ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν -
Joz 5,12
LXX · V.IAI3S
ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ισραηλ μαννα ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ -
Rt 2,21
LXX · V.PAI3S
καὶ εἶπεν Ρουθ πρὸς τὴν πενθερὰν αὐτῆς καί γε ὅτι εἶπεν πρός με μετὰ τῶν παιδαρίων μου προσκολλήθητι ἕως ἂν τελέσωσιν ὅλον τὸν ἀμητόν ὃς ὑπάρχει μοι -
Rt 4,9
LXX · V.PAI3S
καὶ εἶπεν Βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Χελαιων καὶ τῷ Μααλων ἐκ χειρὸς Νωεμιν -
1 Sm 9,7
LXX · V.PAPASN
καὶ εἶπεν Σαουλ τῷ παιδαρίῳ αὐτοῦ τῷ μετ᾿ αὐτοῦ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν καὶ πλεῖον οὐκ ἔστιν μεθ᾿ ἡμῶν εἰσενεγκεῖν τῷ ἀνθρώπῳ τοῦ θεοῦ τὸ ὑπάρχον ἡμῖν -
2 Krn 15,17
LXX · V.IAI3S
πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν ἔτι ὑπῆρχεν ἐν τῷ Ισραηλ ἀλλ᾿ ἢ καρδία Ασα ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ -
2 Krn 20,33
LXX · V.IAI3S
ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτῶν -
2 Krn 26,10
LXX · V.IAI3S
καὶ ᾠκοδόμησεν πύργους ἐν τῇ ἐρήμῳ καὶ ἐλατόμησεν λάκκους πολλούς ὅτι κτήνη πολλὰ ὑπῆρχεν αὐτῷ ἐν Σεφηλα καὶ ἐν τῇ πεδινῇ καὶ ἀμπελουργοὶ ἐν τῇ ὀρεινῇ καὶ ἐν τῷ Καρμήλῳ ὅτι φιλογέωργος ἦν -
Tb 3,15
LXX · V.PAI3S
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζῆν καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με ἐπίταξον ἐπιβλέψαι ἐπ᾿ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν -
Tb 3,15
LXX · V.PAPNSM
καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου μονογενής εἰμι τῷ πατρί μου καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον ὃ κληρονομήσει αὐτόν οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα ἤδη ἀπώλοντό μοι ἑπτά ἵνα τί μοι ζῆν καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με ἐπίταξον ἐπιβλέψαι ἐπ᾿ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν -
Tb 4,8
LXX · V.PAI3S
ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην ἐὰν ὀλίγον σοι ὑπάρχῃ κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην -
Tb 4,8
LXX · V.PAS3S
ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην ἐὰν ὀλίγον σοι ὑπάρχῃ κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην -
Tb 4,21
LXX · V.PAI3S
καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ -
Tb 5,20
LXX · V.PAI3S
ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει -
Tb 6,15
LXX · V.PAI3S
καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι ὅτι δαιμόνιον φιλεῖ αὐτήν ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ᾿ ὀδύνης ἐπ᾿ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς ὃς θάψει αὐτούς -
Jdt 8,10
LXX · V.PAPDPN
καὶ ἀποστείλασα τὴν ἅβραν αὐτῆς τὴν ἐφεστῶσαν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῆς ἐκάλεσεν Χαβριν καὶ Χαρμιν τοὺς πρεσβυτέρους τῆς πόλεως αὐτῆς -
Est 3,8
LXX · V.PAI3S
καὶ ἐλάλησεν πρὸς τὸν βασιλέα Ἀρταξέρξην λέγων ὑπάρχει ἔθνος διεσπαρμένον ἐν τοῖς ἔθνεσιν ἐν πάσῃ τῇ βασιλείᾳ σου οἱ δὲ νόμοι αὐτῶν ἔξαλλοι παρὰ πάντα τὰ ἔθνη τῶν δὲ νόμων τοῦ βασιλέως παρακούουσιν καὶ οὐ συμφέρει τῷ βασιλεῖ ἐᾶσαι αὐτούς -
Est 8,1
LXX · V.IAI3S
καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ ὁ βασιλεὺς Ἀρταξέρξης ἐδωρήσατο Εσθηρ ὅσα ὑπῆρχεν Αμαν τῷ διαβόλῳ καὶ Μαρδοχαῖος προσεκλήθη ὑπὸ τοῦ βασιλέως ὑπέδειξεν γὰρ Εσθηρ ὅτι ἐνοικείωται αὐτῇ -
1 Mch 13,38
LXX · V.PAD3S
καὶ ὅσα ἐστήσαμεν πρὸς ὑμᾶς ἕστηκεν καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδομήσατε ὑπαρχέτω ὑμῖν -
2 Mch 11,13
LXX · V.PAPNSM
οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς -
2 Mch 11,30
LXX · V.FAI3S
τοῖς οὖν καταπορευομένοις μέχρι τριακάδος Ξανθικοῦ ὑπάρξει δεξιὰ μετὰ τῆς ἀδείας -
2 Mch 12,27
LXX · V.IAI3P
μετὰ δὲ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν καὶ ἐπὶ Εφρων πόλιν ὀχυράν ἐν ᾗ κατῴκει Λυσίας καὶ πάμφυλα πλήθη νεανίαι δὲ ῥωμαλέοι πρὸ τῶν τειχέων καθεστῶτες εὐρώστως ἀπεμάχοντο ἔνθα δὲ ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον -
2 Mch 14,35
LXX · V.PAPNSM
σὺ κύριε τῶν ὅλων ἀπροσδεὴς ὑπάρχων ηὐδόκησας ναὸν τῆς σῆς σκηνώσεως ἐν ἡμῖν γενέσθαι -
2 Mch 14,45
LXX · V.PAPNSM
ἔτι δὲ ἔμπνους ὑπάρχων καὶ πεπυρωμένος τοῖς θυμοῖς ἐξαναστὰς φερομένων κρουνηδὸν τῶν αἱμάτων καὶ δυσχερῶν τῶν τραυμάτων ὄντων δρόμῳ τοὺς ὄχλους διελθὼν καὶ στὰς ἐπί τινος πέτρας ἀπορρῶγος -
Hi 2,4
LXX · V.PAI3S
ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ δέρμα ὑπὲρ δέρματος ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει -
Hi 18,17
LXX · V.PAI3S
τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω -
Hi 20,20
LXX · V.PAPDPN
οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται -
Hi 38,26
LXX · V.PAI3S
τοῦ ὑετίσαι ἐπὶ γῆν οὗ οὐκ ἀνήρ ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ -
Hi 42,17
LXX · V.PAPNSM
καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν γέγραπται δὲ αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ᾿ ὧν ὁ κύριος ἀνίστησιν οὗτος ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου ἐν μὲν γῇ κατοικῶν τῇ Αυσίτιδι ἐπὶ τοῖς ὁρίοις τῆς Ιδουμαίας καὶ Ἀραβίας προϋπῆρχεν δὲ αὐτῷ ὄνομα Ιωβαβ λαβὼν δὲ γυναῖκα Ἀράβισσαν γεννᾷ υἱόν ᾧ ὄνομα Εννων ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρε τῶν Ησαυ υἱῶν υἱός μητρὸς δὲ Βοσορρας ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Αβρααμ καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Εδωμ ἧς καὶ αὐτὸς ἦρξεν χώρας πρῶτος Βαλακ ὁ τοῦ Βεωρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβα μετὰ δὲ Βαλακ Ιωβαβ ὁ καλούμενος Ιωβ μετὰ δὲ τοῦτον Ασομ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας μετὰ δὲ τοῦτον Αδαδ υἱὸς Βαραδ ὁ ἐκκόψας Μαδιαμ ἐν τῷ πεδίῳ Μωαβ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαιμ οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι Ελιφας τῶν Ησαυ υἱῶν Θαιμανων βασιλεύς Βαλδαδ ὁ Σαυχαίων τύραννος Σωφαρ ὁ Μιναίων βασιλεύς -
Ps 37,10
LXX · V.AAS3S
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς -
Ps 39,14
LXX · V.AAS1S
ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω -
Ps 55,20
LXX · V.PAPNSM
εἰσακούσεται ὁ θεὸς καὶ ταπεινώσει αὐτούς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων διάψαλμα οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα καὶ οὐκ ἐφοβήθησαν τὸν θεόν -
Ps 59,14
LXX · V.AAS3P
ἐν ὀργῇ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ τῶν περάτων τῆς γῆς διάψαλμα -
Ps 69,21
LXX · V.AAI3S
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν καὶ ὑπέμεινα συλλυπούμενον καὶ οὐχ ὑπῆρξεν καὶ παρακαλοῦντας καὶ οὐχ εὗρον -
Ps 72,12
LXX · V.IAI3S
ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχεν βοηθός -
Ps 73,25
LXX · V.PAI3S
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς -
Ps 103,16
LXX · V.FAI3S
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ -
Ps 104,33
LXX · V.PAI1S
ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω -
Ps 104,35
LXX · V.PAN
ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς εὐλόγει ἡ ψυχή μου τὸν κύριον -
Ps 109,11
LXX · V.PAI3S
ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ -
Ps 109,12
LXX · V.AAD3S
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)