G5142 — 28 wystąpień
G5142 · τρέφω (trephō) · to feed — τρέφω ; [in LXX for חָיָה hi., גָּדַל pi., אָכַל hi., etc. ;] ; __1. to make to grow, bring up, rear (cl.; 1Ma.3:33 1Mac 11:39 ): Luk.4:16 (T, WH, mg., ἀνατ-) ; __2. to nourish, feed : Mat.6:26 25:37 , Luk.12:24 , Act.12:20 , Rev.12:6, 14 ; of a … [STEPBible CC BY]
Rdz 3Lb 1Pwt 11 Krl 1Tb 2Est 11 Mch 2Prz 1Mdr 2Iz 2Jr 1Ba 1Dn 1Mt 2Łk 3Dz 1Jk 1Ap 2
-
Rdz 6,19
LXX · V.PAS2S
καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν ἵνα τρέφῃς μετὰ σεαυτοῦ ἄρσεν καὶ θῆλυ ἔσονται -
Rdz 6,20
LXX · V.PMN
ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ ἄρσεν καὶ θῆλυ -
Rdz 48,15
LXX · V.PAPNSM
καὶ ηὐλόγησεν αὐτοὺς καὶ εἶπεν ὁ θεός ᾧ εὐηρέστησαν οἱ πατέρες μου ἐναντίον αὐτοῦ Αβρααμ καὶ Ισαακ ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης -
Lb 6,5
LXX · V.PAPNSM
πάσας τὰς ἡμέρας τῆς εὐχῆς τοῦ ἁγνισμοῦ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἕως ἂν πληρωθῶσιν αἱ ἡμέραι ὅσας ηὔξατο κυρίῳ ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλῆς -
Pwt 32,18
LXX · V.PAPGSM
θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε -
1 Krl 18,13
LXX · V.AAI1S
ἦ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ιεζαβελ τοὺς προφήτας κυρίου καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν κυρίου ἑκατὸν ἄνδρας ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι -
Tb 2,10
LXX · V.IAI3S
καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐπορεύθην πρὸς ἰατρούς καὶ οὐκ ὠφέλησάν με Αχιαχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθη εἰς τὴν Ἐλυμαΐδα -
Tb 14,10
LXX · V.AAPDSM
τέκνον ἰδὲ τί ἐποίησεν Αμαν Αχιαχάρῳ τῷ θρέψαντι αὐτόν ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ καὶ Αχιαχαρος μὲν ἐσώθη ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος Μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ Αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο -
Est 4,8
LXX · V.API2S
καὶ τὸ ἀντίγραφον τὸ ἐν Σούσοις ἐκτεθὲν ὑπὲρ τοῦ ἀπολέσθαι αὐτοὺς ἔδωκεν αὐτῷ δεῖξαι τῇ Εσθηρ καὶ εἶπεν αὐτῷ ἐντείλασθαι αὐτῇ εἰσελθούσῃ παραιτήσασθαι τὸν βασιλέα καὶ ἀξιῶσαι αὐτὸν περὶ τοῦ λαοῦ μνησθεῖσα ἡμερῶν ταπεινώσεώς σου ὡς ἐτράφης ἐν χειρί μου διότι Αμαν ὁ δευτερεύων τῷ βασιλεῖ ἐλάλησεν καθ᾿ ἡμῶν εἰς θάνατον ἐπικάλεσαι τὸν κύριον καὶ λάλησον τῷ βασιλεῖ περὶ ἡμῶν καὶ ῥῦσαι ἡμᾶς ἐκ θανάτου -
1 Mch 3,33
LXX · V.PAN
καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν -
1 Mch 11,39
LXX · V.IAI3S
Τρύφων δὲ ἦν τῶν παρὰ Ἀλεξάνδρου τὸ πρότερον καὶ εἶδεν ὅτι πᾶσαι αἱ δυνάμεις καταγογγύζουσιν κατὰ τοῦ Δημητρίου καὶ ἐπορεύθη πρὸς Ιμαλκουε τὸν Ἄραβα ὃς ἔτρεφεν Ἀντίοχον τὸ παιδάριον τὸν τοῦ Ἀλεξάνδρου -
Prz 32,21
LXX · V.PAD2S
ἐὰν πεινᾷ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψᾷ πότιζε αὐτόν -
Mdr 16,23
LXX · V.APS3P
τοῦτο πάλιν δ᾿ ἵνα τραφῶσιν δίκαιοι καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως -
Mdr 16,26
LXX · V.PAI3P
ἵνα μάθωσιν οἱ υἱοί σου οὓς ἠγάπησας κύριε ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ -
Iz 7,21
LXX · V.FAI3S
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα -
Iz 33,18
LXX · V.PMPAPM
ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον ποῦ εἰσιν οἱ γραμματικοί ποῦ εἰσιν οἱ συμβουλεύοντες ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους -
Jr 26,21
LXX · V.PMPNPM
καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ ὥσπερ μόσχοι σιτευτοὶ τρεφόμενοι ἐν αὐτῇ διότι καὶ αὐτοὶ ἀπεστράφησαν καὶ ἔφυγον ὁμοθυμαδόν οὐκ ἔστησαν ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ᾿ αὐτοὺς καὶ καιρὸς ἐκδικήσεως αὐτῶν -
Ba 4,11
LXX · V.AAI1S
ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους -
Dn 14,31
LXX · V.IMI3P
ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ᾿ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ -
Mt 6,26
SBLGNT · 3PAI-S--
ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; -
Mt 25,37
SBLGNT · 1AAI-P--
τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; -
Łk 4,16
SBLGNT · -XPPNSM-
Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. -
Łk 12,24
SBLGNT · 3PAI-S--
κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. -
Łk 23,29
SBLGNT · 3AAI-P--
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν. -
Dz 12,20
SBLGNT · -PPN----
Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. -
Jk 5,5
SBLGNT · 2AAI-P--
ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς. -
Ap 12,6
SBLGNT · 3PAS-P--
καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. -
Ap 12,14
SBLGNT · 3PPI-S--
καὶ ἐδόθησαν τῇ γυναικὶ αἱ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον εἰς τὸν τόπον αὐτῆς, ὅπου τρέφεται ἐκεῖ καιρὸν καὶ καιροὺς καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)