G5131 — 33 wystąpień
G5131 · τράγος (tragos) · he-goat — τράγος , -ου, ὁ ; [in LXX chiefly for עַתּוּד, also for צָפִיר, תַּיִשׁ ;] ; a he-goat : Heb.9:12-13, 19 10:4 .†; (AS) [STEPBible CC BY]
Rdz 4Lb 13Pwt 1Ps 1Prz 1Iz 2Ez 2Dn 6Hbr 3
-
Rdz 30,35
LXX · N.APM
καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ -
Rdz 31,10
LXX · N.NPM
καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί -
Rdz 31,12
LXX · N.APM
καὶ εἶπεν ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς ἑώρακα γὰρ ὅσα σοι Λαβαν ποιεῖ -
Rdz 32,15
LXX · N.APM
αἶγας διακοσίας τράγους εἴκοσι πρόβατα διακόσια κριοὺς εἴκοσι -
Lb 7,17
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ Αμιναδαβ -
Lb 7,23
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναθαναηλ υἱοῦ Σωγαρ -
Lb 7,29
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ Χαιλων -
Lb 7,35
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ Σεδιουρ -
Lb 7,41
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ Σουρισαδαι -
Lb 7,47
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαφ υἱοῦ Ραγουηλ -
Lb 7,53
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ Εμιουδ -
Lb 7,59
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ -
Lb 7,65
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ Γαδεωνι -
Lb 7,71
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ Αμισαδαι -
Lb 7,77
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ Εχραν -
Lb 7,83
LXX · N.APM
καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν -
Lb 7,88
LXX · N.NPM
πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν -
Pwt 32,14
LXX · N.GPM
βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν υἱῶν ταύρων καὶ τράγων μετὰ στέατος νεφρῶν πυροῦ καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον -
Ps 50,13
LXX · N.GPM
μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι -
Prz 30,31
LXX · N.NSM
καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει -
Iz 1,11
LXX · N.GPM
τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι -
Iz 34,6
LXX · N.GPM
ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν ὅτι θυσία κυρίῳ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τῇ Ιδουμαίᾳ -
Ez 34,17
LXX · N.GPM
καὶ ὑμεῖς πρόβατα τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ διακρινῶ ἀνὰ μέσον προβάτου καὶ προβάτου κριῶν καὶ τράγων -
Ez 39,18
LXX · N.APM
κρέα γιγάντων φάγεσθε καὶ αἷμα ἀρχόντων τῆς γῆς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες -
Dn 8,5
LXX · N.NSM
καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς καὶ οὐχ ἥπτετο τῆς γῆς καὶ ἦν τοῦ τράγου κέρας ἓν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ -
Dn 8,5
LXX · N.GSM
καὶ ἐγὼ διενοούμην καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ δυσμῶν ἐπὶ προσώπου τῆς γῆς καὶ οὐχ ἥπτετο τῆς γῆς καὶ ἦν τοῦ τράγου κέρας ἓν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ -
Dn 8,7
LXX · N.GSM
καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν καὶ ἐθυμώθη ἐπ᾿ αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν καὶ οὐκ ἦν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου -
Dn 8,7
LXX · N.GSM
καὶ εἶδον αὐτὸν προσάγοντα πρὸς τὸν κριόν καὶ ἐθυμώθη ἐπ᾿ αὐτὸν καὶ ἐπάταξε καὶ συνέτριψε τὰ δύο κέρατα αὐτοῦ καὶ οὐκέτι ἦν ἰσχὺς ἐν τῷ κριῷ στῆναι κατέναντι τοῦ τράγου καὶ ἐσπάραξεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνέτριψεν αὐτόν καὶ οὐκ ἦν ὁ ῥυόμενος τὸν κριὸν ἀπὸ τοῦ τράγου -
Dn 8,8
LXX · N.NSM
καὶ ὁ τράγος τῶν αἰγῶν κατίσχυσε σφόδρα καὶ ὅτε κατίσχυσε συνετρίβη αὐτοῦ τὸ κέρας τὸ μέγα καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα κατόπισθεν αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ -
Dn 8,21
LXX · N.NSM
καὶ ὁ τράγος τῶν αἰγῶν βασιλεὺς τῶν Ἑλλήνων ἐστί καὶ τὸ κέρας τὸ μέγα τὸ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ αὐτὸς ὁ βασιλεὺς ὁ πρῶτος -
Hbr 9,12
SBLGNT · ----GPM-
οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων διὰ δὲ τοῦ ἰδίου αἵματος, εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. -
Hbr 9,13
SBLGNT · ----GPM-
εἰ γὰρ τὸ αἷμα τράγων καὶ ταύρων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, -
Hbr 10,4
SBLGNT · ----GPM-
ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)