G5056 — 184 wystąpień
G5056 · τέλος (telos) · goal/tax — τέλος , -ους, τό ; [in LXX for קֵץ, etc.; εἰς τὸ τ., chiefly for נֶצַח and cognate forms ;] ; __1. end : most frequently of the termination or limit of an act or state (in NT also of the end of a period of time, cl. τελευτή), Luk.1:33 , 1Co.1… [STEPBible CC BY]
Rdz 1Kpł 1Lb 7Pwt 2Joz 4Sdz 12 Sm 22 Krl 31 Krn 22 Krn 3Ne 1Jdt 2Est 21 Mch 22 Mch 5Hi 6Ps 76Koh 3Mdr 6Syr 2Iz 2Ba 1Ez 5Dn 3Am 1Ha 1Mt 6Mk 3Łk 4J 1Rz 51 Kor 32 Kor 3Flp 11 Tes 11 Tm 1Hbr 4Jk 11 P 4Ap 3
-
Rdz 46,4
LXX · N.ASN
καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ Ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου -
Kpł 27,23
LXX · N.ASN
λογιεῖται πρὸς αὐτὸν ὁ ἱερεὺς τὸ τέλος τῆς τιμῆς ἐκ τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως καὶ ἀποδώσει τὴν τιμὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἅγιον τῷ κυρίῳ -
Lb 17,28
LXX · N.ASN
πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει ἕως εἰς τέλος ἀποθάνωμεν -
Lb 31,28
LXX · N.ASN
καὶ ἀφελεῖτε τέλος κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν μίαν ψυχὴν ἀπὸ πεντακοσίων ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν -
Lb 31,37
LXX · N.NSN
καὶ ἐγένετο τὸ τέλος κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσια ἑβδομήκοντα πέντε -
Lb 31,38
LXX · N.NSN
καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες καὶ τὸ τέλος κυρίῳ δύο καὶ ἑβδομήκοντα -
Lb 31,39
LXX · N.NSN
καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι καὶ τὸ τέλος κυρίῳ εἷς καὶ ἑξήκοντα -
Lb 31,40
LXX · N.NSN
καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες καὶ τὸ τέλος αὐτῶν κυρίῳ δύο καὶ τριάκοντα ψυχαί -
Lb 31,41
LXX · N.ASN
καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ελεαζαρ τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ -
Pwt 31,24
LXX · N.ASN
ἡνίκα δὲ συνετέλεσεν Μωυσῆς γράφων πάντας τοὺς λόγους τοῦ νόμου τούτου εἰς βιβλίον ἕως εἰς τέλος -
Pwt 31,30
LXX · N.ASN
καὶ ἐλάλησεν Μωυσῆς εἰς τὰ ὦτα πάσης ἐκκλησίας Ισραηλ τὰ ῥήματα τῆς ᾠδῆς ταύτης ἕως εἰς τέλος -
Joz 3,16
LXX · N.ASN
καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω -
Joz 8,24
LXX · N.ASN
καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως οὗ κατεδίωξαν αὐτοὺς ἀπ᾿ αὐτῆς εἰς τέλος καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας -
Joz 10,13
LXX · N.ASN
καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς -
Joz 10,20
LXX · N.ASN
καὶ ἐγένετο ὡς κατέπαυσεν Ἰησοῦς καὶ πᾶς υἱὸς Ισραηλ κόπτοντες αὐτοὺς κοπὴν μεγάλην σφόδρα ἕως εἰς τέλος καὶ οἱ διασῳζόμενοι διεσώθησαν εἰς τὰς πόλεις τὰς ὀχυράς -
Sdz 11,39
LXX · N.DSN
καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ -
2 Sm 15,7
LXX · N.GSN
καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Αβεσσαλωμ πρὸς τὸν πατέρα αὐτοῦ πορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρων -
2 Sm 24,8
LXX · N.GSN
καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ιερουσαλημ -
2 Krl 8,3
LXX · N.ASN
καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς -
2 Krl 18,10
LXX · N.GSN
καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Εζεκια αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ωσηε βασιλεῖ Ισραηλ καὶ συνελήμφθη Σαμάρεια -
2 Krl 19,23
LXX · N.GSN
ἐν χειρὶ ἀγγέλων σου ὠνείδισας κύριον καὶ εἶπας ἐν τῷ πλήθει τῶν ἁρμάτων μου ἐγὼ ἀναβήσομαι εἰς ὕψος ὀρέων μηροὺς τοῦ Λιβάνου καὶ ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ τὰ ἐκλεκτὰ κυπαρίσσων αὐτοῦ καὶ ἦλθον εἰς μελον τέλους αὐτοῦ δρυμοῦ Καρμήλου αὐτοῦ -
1 Krn 28,9
LXX · N.ASN
καὶ νῦν Σαλωμων υἱέ μου γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ ὅτι πάσας καρδίας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γιγνώσκει ἐὰν ζητήσῃς αὐτόν εὑρεθήσεταί σοι καὶ ἐὰν καταλείψῃς αὐτόν καταλείψει σε εἰς τέλος -
1 Krn 29,19
LXX · N.ASN
καὶ Σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου -
2 Krn 12,12
LXX · N.ASN
καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν ἀπεστράφη ἀπ᾿ αὐτοῦ ὀργὴ κυρίου καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος καὶ γὰρ ἐν Ιουδα ἦσαν λόγοι ἀγαθοί -
2 Krn 18,2
LXX · N.GSN
καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Αχααβ εἰς Σαμάρειαν καὶ ἔθυσεν αὐτῷ Αχααβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ καὶ ἠπάτα αὐτὸν τοῦ συναναβῆναι μετ᾿ αὐτοῦ εἰς Ραμωθ τῆς Γαλααδίτιδος -
2 Krn 31,1
LXX · N.ASN
καὶ ὡς συνετελέσθη πάντα ταῦτα ἐξῆλθεν πᾶς Ισραηλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ιουδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἐξέκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ιουδαίας καὶ Βενιαμιν καὶ ἐξ Εφραιμ καὶ ἀπὸ Μανασση ἕως εἰς τέλος καὶ ἐπέστρεψαν πᾶς Ισραηλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν -
Ne 13,6
LXX · N.ASN
καὶ ἐν παντὶ τούτῳ οὐκ ἤμην ἐν Ιερουσαλημ ὅτι ἐν ἔτει τριακοστῷ καὶ δευτέρῳ τοῦ Αρθασασθα βασιλέως Βαβυλῶνος ἦλθον πρὸς τὸν βασιλέα καὶ μετὰ τέλος ἡμερῶν ᾐτησάμην παρὰ τοῦ βασιλέως -
Jdt 7,30
LXX · N.ASN
καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας θαρσεῖτε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος -
Jdt 14,13
LXX · N.ASN
καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ολοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ ἔγειρον δὴ τὸν κύριον ἡμῶν ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾿ ἡμᾶς εἰς πόλεμον ἵνα ἐξολεθρευθῶσιν εἰς τέλος -
Est 3,13
LXX · N.GSN
καὶ ἀπεστάλη διὰ βιβλιαφόρων εἰς τὴν Ἀρταξέρξου βασιλείαν ἀφανίσαι τὸ γένος τῶν Ιουδαίων ἐν ἡμέρᾳ μιᾷ μηνὸς δωδεκάτου ὅς ἐστιν Αδαρ καὶ διαρπάσαι τὰ ὑπάρχοντα αὐτῶν τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραφον τόδε βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας σωφροσύνῃ παρ᾿ ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος Αμαν ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ᾿ ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ Αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς Αδαρ τοῦ ἐνεστῶτος ἔτους ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα -
Est 10,1
LXX · N.APN
ἔγραψεν δὲ ὁ βασιλεὺς τέλη ἐπὶ τὴν βασιλείαν τῆς τε γῆς καὶ τῆς θαλάσσης -
1 Mch 10,31
LXX · N.NPN
καὶ Ιερουσαλημ ἔστω ἁγία καὶ ἀφειμένη καὶ τὰ ὅρια αὐτῆς αἱ δεκάται καὶ τὰ τέλη -
1 Mch 11,35
LXX · N.GPM
καὶ τὰ ἄλλα τὰ ἀνήκοντα ἡμῖν ἀπὸ τοῦ νῦν τῶν δεκατῶν καὶ τῶν τελῶν τῶν ἀνηκόντων ἡμῖν καὶ τὰς τοῦ ἁλὸς λίμνας καὶ τοὺς ἀνήκοντας ἡμῖν στεφάνους πάντα ἐπαρκέσομεν αὐτοῖς -
2 Mch 5,5
LXX · N.ASN
γενομένης δὲ λαλιᾶς ψευδοῦς ὡς μετηλλαχότος Ἀντιόχου τὸν βίον παραλαβὼν ὁ Ἰάσων οὐκ ἐλάττους τῶν χιλίων αἰφνιδίως ἐπὶ τὴν πόλιν συνετελέσατο ἐπίθεσιν τῶν δὲ ἐπὶ τῷ τείχει συνελασθέντων καὶ τέλος ἤδη καταλαμβανομένης τῆς πόλεως ὁ Μενέλαος εἰς τὴν ἀκρόπολιν ἐφυγάδευσεν -
2 Mch 5,7
LXX · N.ASN
τῆς μὲν ἀρχῆς οὐκ ἐκράτησεν τὸ δὲ τέλος τῆς ἐπιβουλῆς αἰσχύνην λαβὼν φυγὰς πάλιν εἰς τὴν Αμμανῖτιν ἀπῆλθεν -
2 Mch 6,15
LXX · N.ASN
ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ -
2 Mch 8,29
LXX · N.ASN
ταῦτα δὲ διαπραξάμενοι καὶ κοινὴν ἱκετείαν ποιησάμενοι τὸν ἐλεήμονα κύριον ἠξίουν εἰς τέλος καταλλαγῆναι τοῖς αὑτοῦ δούλοις -
2 Mch 13,16
LXX · N.ASN
καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες -
Hi 6,9
LXX · N.ASN
ἀρξάμενος ὁ κύριος τρωσάτω με εἰς τέλος δὲ μή με ἀνελέτω -
Hi 14,20
LXX · N.ASN
ὦσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας -
Hi 20,7
LXX · N.ASN
ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι τότε εἰς τέλος ἀπολεῖται οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν ποῦ ἐστιν -
Hi 20,28
LXX · N.ASN
ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ -
Hi 23,3
LXX · N.ASN
τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος -
Hi 23,7
LXX · N.ASN
ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου -
Ps 4,1
LXX · N.ASN
εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυιδ -
Ps 5,1
LXX · N.ASN
εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης ψαλμὸς τῷ Δαυιδ -
Ps 6,1
LXX · N.ASN
εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ -
Ps 8,1
LXX · N.ASN
εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ Δαυιδ -
Ps 9,1
LXX · N.ASN
εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλμὸς τῷ Δαυιδ -
Ps 9,7
LXX · N.ASN
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καὶ πόλεις καθεῖλες ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ᾿ ἤχους
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)