G4979 — 29 wystąpień
G4979 · σχοινίον (schoinion) · rope — σχοινίον , -ου, τό; (dimin. of σχοῖνος, a rush), ; [in LXX chiefly for a rope (prop., one made of rushes): Jhn.2:15 , Act.27:32 .†; (AS) [STEPBible CC BY]
2 Sm 21 Krl 2Est 1Hi 2Ps 4Koh 1Iz 4Jr 3Ba 2Ez 1Am 2Mi 2Za 1J 1Dz 1
-
2 Sm 8,2
LXX · N.DPN
καὶ ἐπάταξεν Δαυιδ τὴν Μωαβ καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι καὶ τὰ δύο σχοινίσματα ἐζώγρησεν καὶ ἐγένετο Μωαβ τῷ Δαυιδ εἰς δούλους φέροντας ξένια -
2 Sm 17,13
LXX · N.APN
καὶ ἐὰν εἰς πόλιν συναχθῇ καὶ λήμψεται πᾶς Ισραηλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος -
1 Krl 21,31
LXX · N.APN
καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ οἶδα ὅτι βασιλεῖς Ισραηλ βασιλεῖς ἐλέους εἰσίν ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν καὶ σχοινία ἐπὶ τὰς κεφαλὰς ἡμῶν καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ισραηλ εἴ πως ζωογονήσει τὰς ψυχὰς ἡμῶν -
1 Krl 21,32
LXX · N.APN
καὶ περιεζώσαντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ ἔθεσαν σχοινία ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ εἶπον τῷ βασιλεῖ Ισραηλ δοῦλός σου υἱὸς Αδερ λέγει ζησάτω δὴ ἡ ψυχή μου καὶ εἶπεν εἰ ἔτι ζῇ ἀδελφός μού ἐστιν -
Est 1,6
LXX · N.DPN
κεκοσμημένῃ βυσσίνοις καὶ καρπασίνοις τεταμένοις ἐπὶ σχοινίοις βυσσίνοις καὶ πορφυροῖς ἐπὶ κύβοις χρυσοῖς καὶ ἀργυροῖς ἐπὶ στύλοις παρίνοις καὶ λιθίνοις κλῖναι χρυσαῖ καὶ ἀργυραῖ ἐπὶ λιθοστρώτου σμαραγδίτου λίθου καὶ πιννίνου καὶ παρίνου λίθου καὶ στρωμναὶ διαφανεῖς ποικίλως διηνθισμέναι κύκλῳ ῥόδα πεπασμένα -
Hi 18,10
LXX · N.NSN
κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων -
Hi 36,8
LXX · N.DPN
καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας -
Ps 16,6
LXX · N.NPN
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν -
Ps 78,55
LXX · N.DSN
καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ισραηλ -
Ps 119,61
LXX · N.NPN
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην -
Ps 140,6
LXX · N.APN
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα -
Koh 12,6
LXX · N.NSN
ἕως ὅτου μὴ ἀνατραπῇ σχοινίον τοῦ ἀργυρίου καὶ συνθλιβῇ ἀνθέμιον τοῦ χρυσίου καὶ συντριβῇ ὑδρία ἐπὶ τὴν πηγήν καὶ συντροχάσῃ ὁ τροχὸς ἐπὶ τὸν λάκκον -
Iz 3,24
LXX · N.DSN
καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον -
Iz 5,18
LXX · N.DSN
οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας -
Iz 33,20
LXX · N.APN
ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν -
Iz 33,23
LXX · N.APN
ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν -
Jr 45,11
LXX · N.APN
καὶ ἔλαβεν Αβδεμελεχ τοὺς ἀνθρώπους καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ βασιλέως τὴν ὑπόγειον καὶ ἔλαβεν ἐκεῖθεν παλαιὰ ῥάκη καὶ παλαιὰ σχοινία καὶ ἔρριψεν αὐτὰ πρὸς Ιερεμιαν εἰς τὸν λάκκον -
Jr 45,12
LXX · N.GPN
καὶ εἶπεν ταῦτα θὲς ὑποκάτω τῶν σχοινίων καὶ ἐποίησεν Ιερεμιας οὕτως -
Jr 45,13
LXX · N.DPN
καὶ εἵλκυσαν αὐτὸν τοῖς σχοινίοις καὶ ἀνήγαγον αὐτὸν ἐκ τοῦ λάκκου καὶ ἐκάθισεν Ιερεμιας ἐν τῇ αὐλῇ τῆς φυλακῆς -
Ba 6,42
LXX · N.APN
αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐγκάθηνται θυμιῶσαι τὰ πίτυρα -
Ba 6,43
LXX · N.NSN
ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ τὴν πλησίον ὀνειδίζει ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη -
Ez 27,24
LXX · N.DPN
φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα -
Am 2,8
LXX · N.DPN
καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ θεοῦ αὐτῶν -
Am 7,17
LXX · N.DSN
διὰ τοῦτο τάδε λέγει κύριος ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις ὁ δὲ Ισραηλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ -
Mi 2,4
LXX · N.DSN
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λημφθήσεται ἐφ᾿ ὑμᾶς παραβολή καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ καὶ οὐκ ἦν ὁ κωλύσων αὐτὸν τοῦ ἀποστρέψαι οἱ ἀγροὶ ἡμῶν διεμερίσθησαν -
Mi 2,5
LXX · N.ASN
διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ κυρίου -
Za 2,5
LXX · N.NSN
καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ εἶδον καὶ ἰδοὺ ἀνὴρ καὶ ἐν τῇ χειρὶ αὐτοῦ σχοινίον γεωμετρικόν -
J 2,15
SBLGNT · ----GPN-
καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα καὶ τὰς τραπέζας ἀνέστρεψεν, -
Dz 27,32
SBLGNT · ----APN-
τότε ἀπέκοψαν οἱ στρατιῶται τὰ σχοινία τῆς σκάφης καὶ εἴασαν αὐτὴν ἐκπεσεῖν.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)