G4973 — 40 wystąpień
G4973 · σφραγίς (sphragis) · seal — σφραγίς , -ῖδος, ἡ ; [in LXX: Exo.28:11 , al. (חוֹתָם) Exo.35:22 (חָח), Sir.17:22 , al. ;] ; __1. a seal, signet : Rev.7:2. ; __2. The impression of a seal or signet, a seal (on its various purposes, see: σφραγίζω): on a book or roll, Rev.5:1… [STEPBible CC BY]
Wj 71 Krl 1Tb 1Pnp 2Syr 9Dn 3Ag 1Rz 11 Kor 12 Tm 1Ap 13
-
Wj 28,11
LXX · N.GSF
ἔργον λιθουργικῆς τέχνης γλύμμα σφραγῖδος διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόμασιν τῶν υἱῶν Ισραηλ -
Wj 28,21
LXX · N.GPF
καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δέκα δύο κατὰ τὰ ὀνόματα αὐτῶν γλυφαὶ σφραγίδων ἕκαστος κατὰ τὸ ὄνομα ἔστωσαν εἰς δέκα δύο φυλάς -
Wj 28,36
LXX · N.GSF
καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωμα σφραγῖδος ἁγίασμα κυρίου -
Wj 35,22
LXX · N.APF
καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν πᾶς ᾧ ἔδοξεν τῇ διανοίᾳ ἤνεγκαν σφραγῖδας καὶ ἐνώτια καὶ δακτυλίους καὶ ἐμπλόκια καὶ περιδέξια πᾶν σκεῦος χρυσοῦν καὶ πάντες ὅσοι ἤνεγκαν ἀφαιρέματα χρυσίου κυρίῳ -
Wj 36,13
LXX · N.GSF
καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ -
Wj 36,21
LXX · N.APF
καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ισραηλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγραμμένα εἰς σφραγῖδας ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς -
Wj 36,37
LXX · N.GSF
καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν ἀφόρισμα τοῦ ἁγίου χρυσίου καθαροῦ καὶ ἔγραψεν ἐπ᾿ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος ἁγίασμα κυρίῳ -
1 Krl 20,8
LXX · N.DSF
καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Αχααβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαι -
Tb 9,5
LXX · N.DPF
καὶ ἐπορεύθη Ραφαηλ καὶ ηὐλίσθη παρὰ Γαβαήλῳ καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον ὃς δὲ προήνεγκεν τὰ θυλάκια ἐν ταῖς σφραγῖσιν καὶ ἔδωκεν αὐτῷ -
Pnp 8,6
LXX · N.ASF
θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη σκληρὸς ὡς ᾅδης ζῆλος περίπτερα αὐτῆς περίπτερα πυρός φλόγες αὐτῆς -
Pnp 8,6
LXX · N.ASF
θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη σκληρὸς ὡς ᾅδης ζῆλος περίπτερα αὐτῆς περίπτερα πυρός φλόγες αὐτῆς -
Syr 17,22
LXX · N.NSF
ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ᾿ αὐτοῦ καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει -
Syr 22,27
LXX · N.ASF
τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον ἵνα μὴ πέσω ἀπ᾿ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με -
Syr 32,5
LXX · N.NSF
σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου -
Syr 32,6
LXX · N.NSF
ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφ᾿ ἡδεῖ οἴνῳ -
Syr 38,27
LXX · N.GPF
οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων ὅστις νύκτωρ ὡς ἡμέρας διάγει οἱ γλύφοντες γλύμματα σφραγίδων καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν καρδίαν αὐτοῦ δώσει εἰς ὁμοιῶσαι ζωγραφίαν καὶ ἡ ἀγρυπνία αὐτοῦ τελέσαι ἔργον -
Syr 42,6
LXX · N.NSF
ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς καὶ ὅπου χεῖρες πολλαί κλεῖσον -
Syr 45,11
LXX · N.GSF
λίθοις πολυτελέσιν γλύμματος σφραγῖδος ἐν δέσει χρυσίου ἔργῳ λιθουργοῦ εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατ᾿ ἀριθμὸν φυλῶν Ισραηλ -
Syr 45,12
LXX · N.GSF
στέφανον χρυσοῦν ἐπάνω κιδάρεως ἐκτύπωμα σφραγῖδος ἁγιάσματος καύχημα τιμῆς ἔργον ἰσχύος ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα -
Syr 49,11
LXX · N.NSF
πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός -
Dn 14,15
LXX · N.APF
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα -
Dn 14,15
LXX · N.NSF
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα -
Dn 14,15
LXX · N.ASF
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν ἡ σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα -
Ag 2,23
LXX · N.ASF
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγει κύριος παντοκράτωρ λήμψομαί σε Ζοροβαβελ τὸν τοῦ Σαλαθιηλ τὸν δοῦλόν μου λέγει κύριος καὶ θήσομαί σε ὡς σφραγῖδα διότι σὲ ᾑρέτισα λέγει κύριος παντοκράτωρ -
Rz 4,11
SBLGNT · ----ASF-
καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων δι’ ἀκροβυστίας, εἰς τὸ λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην, -
1 Kor 9,2
SBLGNT · ----NSF-
εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς μου τῆς ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ. -
2 Tm 2,19
SBLGNT · ----ASF-
ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. -
Ap 5,1
SBLGNT · ----DPF-
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά. -
Ap 5,2
SBLGNT · ----APF-
καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; -
Ap 5,5
SBLGNT · ----APF-
καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. -
Ap 5,9
SBLGNT · ----APF-
καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, -
Ap 6,1
SBLGNT · ----GPF-
Καὶ εἶδον ὅτε ἤνοιξεν τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος ὡς φωνῇ βροντῆς· Ἔρχου. -
Ap 6,3
SBLGNT · ----ASF-
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· Ἔρχου. -
Ap 6,5
SBLGNT · ----ASF-
Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· Ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ’ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. -
Ap 6,7
SBLGNT · ----ASF-
Καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα φωνὴν τοῦ τετάρτου ζῴου λέγοντος· Ἔρχου. -
Ap 6,9
SBLGNT · ----ASF-
Καὶ ὅτε ἤνοιξεν τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ θεοῦ καὶ διὰ τὴν μαρτυρίαν ἣν εἶχον. -
Ap 6,12
SBLGNT · ----ASF-
Καὶ εἶδον ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος ἐγένετο μέλας ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, -
Ap 7,2
SBLGNT · ----ASF-
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, -
Ap 8,1
SBLGNT · ----ASF-
Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον. -
Ap 9,4
SBLGNT · ----ASF-
καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων.
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)