G4970 — 401 wystąpień
G4970 · σφόδρα (sphodra) · very — σφόδρα adv. (prop. neut. of σφοδρός, excessive, violent) ; [in LXX chiefly for מְאֹד ;] ; very, very much, exceedingly : with verbs, Mat.17:6, 23 18:31 19:25 26:22 27:54 , Act.6:7 ; with adjectives, Mat.2:10 , Mrk.16:4 , Luk.18:23 , Rev.16:2… [STEPBible CC BY]
Rdz 32Wj 15Lb 10Pwt 18Joz 13Sdz 10Rt 11 Sm 312 Sm 231 Krl 212 Krl 41 Krn 92 Krn 15Ezd 1Ne 5Tb 2Jdt 29Est 41 Mch 372 Mch 2Hi 5Ps 36Syr 11Iz 7Jr 12Lm 1Ez 13Dn 9Jl 2Ab 1Jon 3Na 1So 2Za 5Mt 7Mk 1Łk 1Dz 1Ap 1
-
Rdz 7,18
LXX · D
καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος -
Rdz 7,19
LXX · D
τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ -
Rdz 12,14
LXX · D
ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Αβραμ εἰς Αἴγυπτον ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα ὅτι καλὴ ἦν σφόδρα -
Rdz 13,2
LXX · D
Αβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίῳ καὶ χρυσίῳ -
Rdz 13,13
LXX · D
οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδομοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ θεοῦ σφόδρα -
Rdz 15,1
LXX · D
μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Αβραμ ἐν ὁράματι λέγων μὴ φοβοῦ Αβραμ ἐγὼ ὑπερασπίζω σου ὁ μισθός σου πολὺς ἔσται σφόδρα -
Rdz 17,2
LXX · D
καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα -
Rdz 17,6
LXX · D
καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται -
Rdz 17,6
LXX · D
καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται -
Rdz 17,20
LXX · D
περὶ δὲ Ισμαηλ ἰδοὺ ἐπήκουσά σου ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα -
Rdz 18,20
LXX · D
εἶπεν δὲ κύριος κραυγὴ Σοδομων καὶ Γομορρας πεπλήθυνται καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα -
Rdz 19,9
LXX · D
εἶπαν δέ ἀπόστα ἐκεῖ εἷς ἦλθες παροικεῖν μὴ καὶ κρίσιν κρίνειν νῦν οὖν σὲ κακώσομεν μᾶλλον ἢ ἐκείνους καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λωτ σφόδρα καὶ ἤγγισαν συντρῖψαι τὴν θύραν -
Rdz 20,8
LXX · D
καὶ ὤρθρισεν Αβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα -
Rdz 21,11
LXX · D
σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Αβρααμ περὶ τοῦ υἱοῦ αὐτοῦ -
Rdz 24,16
LXX · D
ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα παρθένος ἦν ἀνὴρ οὐκ ἔγνω αὐτήν καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησεν τὴν ὑδρίαν καὶ ἀνέβη -
Rdz 24,35
LXX · D
κύριος δὲ εὐλόγησεν τὸν κύριόν μου σφόδρα καὶ ὑψώθη καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους ἀργύριον καὶ χρυσίον παῖδας καὶ παιδίσκας καμήλους καὶ ὄνους -
Rdz 26,13
LXX · D
καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα -
Rdz 26,16
LXX · D
εἶπεν δὲ Αβιμελεχ πρὸς Ισαακ ἄπελθε ἀφ᾿ ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα -
Rdz 27,33
LXX · D
ἐξέστη δὲ Ισαακ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν καὶ εὐλογημένος ἔστω -
Rdz 27,34
LXX · D
ἐγένετο δὲ ἡνίκα ἤκουσεν Ησαυ τὰ ῥήματα Ισαακ τοῦ πατρὸς αὐτοῦ ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν εὐλόγησον δὴ κἀμέ πάτερ -
Rdz 30,43
LXX · D
καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι -
Rdz 30,43
LXX · D
καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι -
Rdz 32,8
LXX · D
ἐφοβήθη δὲ Ιακωβ σφόδρα καὶ ἠπορεῖτο καὶ διεῖλεν τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς -
Rdz 34,7
LXX · D
οἱ δὲ υἱοὶ Ιακωβ ἦλθον ἐκ τοῦ πεδίου ὡς δὲ ἤκουσαν κατενύχθησαν οἱ ἄνδρες καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα ὅτι ἄσχημον ἐποίησεν ἐν Ισραηλ κοιμηθεὶς μετὰ τῆς θυγατρὸς Ιακωβ καὶ οὐχ οὕτως ἔσται -
Rdz 34,12
LXX · D
πληθύνατε τὴν φερνὴν σφόδρα καὶ δώσω καθότι ἂν εἴπητέ μοι καὶ δώσετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα -
Rdz 39,6
LXX · D
καὶ ἐπέτρεψεν πάντα ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ιωσηφ καὶ οὐκ ᾔδει τῶν καθ᾿ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός καὶ ἦν Ιωσηφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα -
Rdz 41,31
LXX · D
καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα ἰσχυρὸς γὰρ ἔσται σφόδρα -
Rdz 41,49
LXX · D
καὶ συνήγαγεν Ιωσηφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι οὐ γὰρ ἦν ἀριθμός -
Rdz 47,13
LXX · D
σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ ἐνίσχυσεν γὰρ ὁ λιμὸς σφόδρα ἐξέλιπεν δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χανααν ἀπὸ τοῦ λιμοῦ -
Rdz 47,27
LXX · D
κατῴκησεν δὲ Ισραηλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ τῆς γῆς Γεσεμ καὶ ἐκληρονόμησαν ἐπ᾿ αὐτῆς καὶ ηὐξήθησαν καὶ ἐπληθύνθησαν σφόδρα -
Rdz 50,9
LXX · D
καὶ συνανέβησαν μετ᾿ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα -
Rdz 50,10
LXX · D
καὶ παρεγένοντο ἐφ᾿ ἅλωνα Αταδ ὅ ἐστιν πέραν τοῦ Ιορδάνου καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα καὶ ἐποίησεν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας -
Wj 1,7
LXX · D
οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς -
Wj 1,7
LXX · D
οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς -
Wj 1,12
LXX · D
καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ -
Wj 1,12
LXX · D
καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ -
Wj 1,20
LXX · D
εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς μαίαις καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα -
Wj 9,3
LXX · D
ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς πεδίοις ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καμήλοις καὶ βουσὶν καὶ προβάτοις θάνατος μέγας σφόδρα -
Wj 9,18
LXX · D
ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν αὔριον χάλαζαν πολλὴν σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ᾿ ἧς ἡμέρας ἔκτισται ἕως τῆς ἡμέρας ταύτης -
Wj 9,24
LXX · D
ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ᾿ οὗ γεγένηται ἐπ᾿ αὐτῆς ἔθνος -
Wj 9,24
LXX · D
ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ ἡ δὲ χάλαζα πολλὴ σφόδρα σφόδρα ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ᾿ οὗ γεγένηται ἐπ᾿ αὐτῆς ἔθνος -
Wj 10,14
LXX · D
καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως -
Wj 11,3
LXX · D
κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων καὶ ἔχρησαν αὐτοῖς καὶ ὁ ἄνθρωπος Μωυσῆς μέγας ἐγενήθη σφόδρα ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ -
Wj 12,38
LXX · D
καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα -
Wj 14,10
LXX · D
καὶ Φαραω προσῆγεν καὶ ἀναβλέψαντες οἱ υἱοὶ Ισραηλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα ἀνεβόησαν δὲ οἱ υἱοὶ Ισραηλ πρὸς κύριον -
Wj 19,18
LXX · D
τὸ δὲ ὄρος τὸ Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ᾿ αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα -
Wj 19,19
LXX · D
ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα Μωυσῆς ἐλάλει ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ -
Lb 11,10
LXX · D
καὶ ἤκουσεν Μωυσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ καὶ ἐθυμώθη ὀργῇ κύριος σφόδρα καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν -
Lb 11,33
LXX · D
τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα -
Lb 12,3
LXX · D
καὶ ὁ ἄνθρωπος Μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0)