G4726 — 25 wystąpień
G4726 · στεναγμός (stenagmos) · groan — στεναγμός , -οῦ, ὁ; (στενάζω), [in LXX for אֲנָחָה, אֲנָקָה, נְאָקָה, etc. ;] ; a groaning : Act.7:34 (LXX κραυγή), Rom.8:26. †; (AS) [STEPBible CC BY]
Rdz 1Wj 2Sdz 1Jdt 1Hi 2Ps 8Mdr 1Iz 2Jr 2Lm 1Ez 1Ml 1Dz 1Rz 1
-
Rdz 3,16
LXX · N.ASM
καὶ τῇ γυναικὶ εἶπεν πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου ἐν λύπαις τέξῃ τέκνα καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει -
Wj 2,24
LXX · N.ASM
καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτῶν καὶ ἐμνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ -
Wj 6,5
LXX · N.ASM
καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν -
Sdz 2,18
LXX · N.GSM
καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς -
Jdt 14,16
LXX · N.GSM
καὶ ἐβόησεν φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ -
Hi 3,24
LXX · N.NSM
πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ -
Hi 23,2
LXX · N.DSM
καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ -
Ps 6,7
LXX · N.DSM
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω -
Ps 12,6
LXX · N.GSM
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρίᾳ παρρησιάσομαι ἐν αὐτῷ -
Ps 31,11
LXX · N.DPM
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν -
Ps 38,9
LXX · N.GSM
ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου -
Ps 38,10
LXX · N.NSM
κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἐκρύβη -
Ps 79,11
LXX · N.NSM
εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων -
Ps 102,6
LXX · N.GSM
ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου -
Ps 102,21
LXX · N.ASM
τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων -
Mdr 11,12
LXX · N.NSM
διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελθόντων -
Iz 35,10
LXX · N.NSM
καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾿ εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν ἐπὶ γὰρ κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός -
Iz 51,11
LXX · N.NSM
καὶ λελυτρωμένοις ὑπὸ γὰρ κυρίου ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ᾿ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν ἀγαλλίασις καὶ αἴνεσις καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός -
Jr 4,31
LXX · N.GSM
ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα τοῦ στεναγμοῦ σου ὡς πρωτοτοκούσης φωνὴ θυγατρὸς Σιων ἐκλυθήσεται καὶ παρήσει τὰς χεῖρας αὐτῆς οἴμμοι ἐγώ ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις -
Jr 51,33
LXX · N.DPM
ὅτι εἶπας οἴμμοι οἴμμοι ὅτι προσέθηκεν κύριος κόπον ἐπὶ πόνον μοι ἐκοιμήθην ἐν στεναγμοῖς ἀνάπαυσιν οὐχ εὗρον -
Lm 1,22
LXX · N.NPM
εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου καὶ ἐπιφύλλισον αὐτοῖς ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου ὅτι πολλοὶ οἱ στεναγμοί μου καὶ ἡ καρδία μου λυπεῖται -
Ez 24,17
LXX · N.NSM
στεναγμὸς αἵματος ὀσφύος πένθους ἐστίν οὐκ ἔσται τὸ τρίχωμά σου συμπεπλεγμένον ἐπὶ σὲ καὶ τὰ ὑποδήματά σου ἐν τοῖς ποσίν σου οὐ μὴ παρακληθῇς ἐν χείλεσιν αὐτῶν καὶ ἄρτον ἀνδρῶν οὐ μὴ φάγῃς -
Ml 2,13
LXX · N.DSM
καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν -
Dz 7,34
SBLGNT · ----GSM-
ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτοῦ ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ἀποστείλω σε εἰς Αἴγυπτον. -
Rz 8,26
SBLGNT · ----DPM-
Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις,
Teksty: LXX — Septuaginta, wyd. A. Rahlfs (1935); opracowanie cyfrowe i lematy: E. Wong, OSSP (CC BY-NC-SA 4.0) · SBLGNT — SBL Greek New Testament © 2010 Society of Biblical Literature i Logos Bible Software (CC BY 4.0); morfologia: MorphGNT (CC BY-SA 3.0)